Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
21.1
Μανιχαῖος· Ὁ θεὸς κατὰ πάντα ἐστὶν ἄναρχος ἢ κατὰ τὶ μέν, κατὰ τὶ δὲ οὔ; Ὀρθόδοξος· Εἰ οὐ κατὰ πάντα ἄναρχος, καὶ ἄναρχος καὶ οὐκ ἄναρχος. Εἰ δὲ κατὰ πάντα ἄναρχος, ὄντως ἄναρχος καὶ φύσει ἄναρχος. Τὸ δὲ ἄναρχον καὶ ἀπέραντον· ἓν γὰρ ἀρχῆς εἶδος καὶ τὸ τέλος. Πᾶν οὖν ἔχον ἀρχὴν καὶ τέλος ἔχει κατὰ τὴν ἑαυτοῦ φύσιν, καὶ πᾶν τέλος ἔχον καὶ ἀρχὴν ἔχει. Καὶ οἱ ἄγγελοι γοῦν ἀρχὴν ἔχοντες καὶ τέλος ἔχουσι κατὰ τὴν ἑαυτῶν φύσιν, εἰ καὶ τῇ θείᾳ χάριτι πάλιν ἄρχονται τοῦ εἶναι καὶ ἀνακαινίζονται. Ὥσπερ γὰρ τὸ ἀκίνητον σῶμα ἀρξάμενον τοῦ κινεῖσθαι ἐκ τόπου ἤρξατο, τουτέστι τὸ κυκλικόν, φθάνον δὲ τὸν τόπον, ὅθεν ἤρξατο, ἐπλήρωσε τὴν περιφέρειαν καὶ τὸν κύκλον, πάλιν δὲ ἄρχεται τῆς κινήσεως καὶ νέαν ἀρχὴν κινήσεως ποιεῖται καὶ οὕτω διαμένει κινούμενον, ἕως ἂν ὁ κελεύων αὐτὸ κινεῖσθαι θέλῃ, οὕτω καὶ οἱ ἄγγελοι κινούμενοι ζωτικῶς καὶ φθάνοντες τὸ φυσικὸν τέλος τῆς ἑαυτῶν ὑπάρξεως ἄρχονται τῆς ζωτικῆς κινήσεως, ἕως πάλιν προστάξει τοῦ ποιήσαντος αὐτοὺς παύσονται τῆς κινήσεως. Ἀεὶ γὰρ παρὰ θεοῦ τὸ εἶναι καὶ ζωτικῶς καὶ νοερῶς κινεῖσθαι λαμβάνουσιν οὐκ ἐξ ἑαυτῶν ἔχοντες τοῦτο. Ὥσπερ δὲ τροχὸς κινηθεὶς κινεῖται καὶ παύεται– ἐὰν δὲ ἔχῃ τὸ ἀεικίνητον, ἀεὶ κινεῖται οὐκ ἐξ ἑαυτοῦ ἔχων τὴν κίνησιν–, οὕτω καὶ οἱ ἄγγελοι οὐκ ἐξ ἑαυτῶν ἔχοντες τὸ εἶναι, ὅσον κινεῖ αὐτοὺς ὁ ποιήσας, κινοῦνται· ἂν μέντοι ἐκεῖνος μὴ κινήσῃ, παύονται τῆς κινήσεως. Ὥστε τὸ ἀρχὴν ἔχον πάντως καὶ τέλος, καὶ τὸ τέλος ἔχον πάντως καὶ ἀρχήν. Καὶ τὸ φύσει ἄναρχον κατὰ πάντα ἄναρχόν ἐστι, κατά τε αἰτίαν καὶ χρόνον καὶ τόπον καὶ ἐξουσίαν.

Intertext edge

Open linked passage

Note