Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Τὰ οὖν δύο ἢ ἐν ἀλλήλοις ἔσονται ἢ τόπῳ περιγραφήσονται καὶ οὐκ ἄναρχοί εἰσι. Πῶς οὖν ἐν ἀλλήλοις τὸ φῶς καὶ τὸ σκότος; Τὸ γὰρ φῶς τοῦ σκότους ἀναιρετικόν. Εἰ οὐ μεθόριά εἰσι τοῦ φωτὸς καὶ μεθόρια τοῦ σκότους, οὐδὲ τὸ φῶς ἀπερίγραπτον ὡς μὴ πανταχοῦ ὂν οὐδὲ τὸ σκότος. Καὶ οὐ παντελῶς ἄναρχα ἔχοντα τοπικὴν ἀρχήν. Ἀμήχανον γὰρ μὴ ὄντος τινὸς διατειχίσματος καὶ μεσοτοίχου ἀνεπίμικτον παντελῶς εἶναι τὸ φῶς καὶ τὸ σκότος. Εἰ γὰρ ἐν νυκτὶ λύχνον ἀνάψωμεν, ὁ μὲν περὶ τὸν λύχνον τόπος φωτεινότερος ἔσται, κατὰ μικρὸν δὲ διάστημα ἔσται σκοτεινότερον, μέχρις ἂν τελείως ἐκλίπῃ τὸ φῶς καὶ καθαρὸν σκότος γένηται φωτὸς ἀνεπίμικτον. Ἢ γὰρ ἐξ ἀρχῆς ἐμίγνυτο τῷ φωτὶ τὸ σκότος, καὶ οὐκ ἐναντία ταῦτα παντελῶς καὶ ἀκοινώνητα, ἢ ἕτερόν τι μεσότοιχον ἦν ἀπ' ἀρχῆς τὸ ταῦτα χωρίζον, καὶ οὐκέτι δύο ἀρχαί, ἀλλὰ τρεῖς. Τὸ φύσει πεφυκὸς οὐ μεθίσταται, τὸ δὲ μεταβαλλόμενον οὐ φύσει. Εἰ οὖν φύσει ἀκοινώνητα τὸ φῶς καὶ τὸ σκότος, πῶς ἐκοινώνησαν μετὰ ταῦτα; Πῶς ἐξ ἀγαθοῦ καὶ πονηροῦ ἓν ζῷον ἀπετελέσθη, ὁ ἄνθρωπος; Εἰ γὰρ συνεβιβάσθησαν, ἐκοινώνησαν ἀλλήλοις· ὁ γὰρ συμβιβασμὸς κοινωνία γνώμης ἐστί. Καὶ οὔτε ὁ ἀγαθὸς καθαρῶς καὶ τελείως ἔμεινεν ἀγαθὸς οὔτε ὁ πονηρός, ἀλλ' ἀμφότεροι ἐτράπησαν. Τὸ δὲ τρεπόμενον οὐκ ἄναρχον οὐδὲ θεός· ὁ γὰρ θεὸς πάντα προειδὼς τὰ ἐφ' ἡμῖν πάντα τὰ οὐκ ἐφ' ἡμῖν ὁρίζει. Καὶ πάλιν· Τὸ εἶναι τῷ εἶναι ἐναντίον ἢ τὸ εἶναι τῷ μὴ εἶναι; Μανιχαῖος· Τὸ εἶναι τῷ μὴ εἶναι. Ὀρθόδοξος· Οὐκοῦν τῶν κατὰ σὲ δύο παντελῶς ἐναντίων ἀρχῶν ἡ μία ἔσται, ἡ δὲ ἑτέρα οὐκ ἔσται.