Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.1
Καὶ πάλιν· Τὸ εἶναι τῷ εἶναι ἐναντίον; Μανιχαῖος· Τὸ εἶναι κακὸν τῷ εἶναι ἀγαθὸν ἐναντίον. Ὀρθόδοξος· Οὐκοῦν ἑνὶ καὶ τῷ αὐτῷ συνυπάρχουσι καὶ συνουσίωνται τὰ ἐναντία. Καὶ πῶς ἐναντία; Μανιχαῖος· Τὸ μὴ ὂν ἀκατωνόμαστον· δεῖ γὰρ εἶναι καὶ οὕτως ὀνομάζεσθαι. Πῶς οὖν τὸ μὴ ὂν ἐναντίον τῷ ὄντι; Τὰ γὰρ ἐναντία ἀλλήλοις δεῖ πρῶτον εἶναι καὶ τότε ἐναντία εἶναι καὶ τότε ὀνομάζεσθαι ἐναντία· ὅπερ γὰρ οὐκ ἔστι τι, οὐκ ὀνομάζεται. Ὀρθόδοξος· Μὴ ὂν εἰπὼν ὠνόμασας ἢ οὔ; Μανιχαῖος· Ὠνόμασα κατὰ ἀπόφασιν, οὐ κατὰ κατάφασιν. Ὀρθόδοξος· Ἡ κατάφασις ἕξιν δηλοῖ καὶ ἡ ἀπόφασις στέρησιν; Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Ἐναντία ἡ ἕξις τῇ στερήσει; Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Ἐναντίον ἄρα τὸ μὴ ὂν τῷ ὄντι ὡς ἕξις στερήσει; Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Τὸ κακὸν καθ' ἕξιν λέγεται ἢ κατὰ στέρησιν; Μανιχαῖος· Καθ' ἕξιν. Ὀρθόδοξος· Τὸ καλὸν καθ' ἕξιν λέγεται ἢ κατὰ στέρησιν; Μανιχαῖος· Καθ' ἕξιν. Ὀρθόδοξος· Οὐκοῦν οὐ πάντη ἐναντίον τὸ κακὸν τῷ ἀγαθῷ· ἕξις γὰρ ἕξει οὐκ ἐναντίον. Μανιχαῖος· στέρησις καὶ ἔλλειψις ὁλοκληρίᾳ. Μανιχαῖος· Καὶ τί φῄς; Ὀρθόδοξος· Οὕτω καὶ τὸ κακὸν στέρησις μᾶλλον ἔσται καὶ οὕτως ἐναντίον τῷ ἀγαθῷ ὡς ἕξει στέρησις· τὸ γὰρ κακὸν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τοῦ ἀγαθοῦ στέρησις καὶ τὸ παντελὲς κακὸν παντελὴς τοῦ ἀγαθοῦ στέρησις. Διὸ τὸ κακόν φαμεν μὴ ὂν μᾶλλον ὡς στέρησιν τῆς φυσικῆς ἕξεως ἤπερ ὄν.

Intertext edge

Open linked passage

Note