Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Τί οὖν φῂς τὴν ὕλην, ζωὴν ἢ φθορὰν καὶ θάνατον, κίνησιν καὶ κινουμένην ἢ ἀκινησίαν καὶ κινητόν, φῶς ἢ σκότος; Μανιχαῖος· Φθορὰν καὶ θάνατον, ἀκινησίαν καὶ ἀκίνητον, σκότος καὶ οὐ φῶς. Ὀρθόδοξος· Εἰ οὖν φθορά, πῶς καρποὺς προήγαγε; Πῶς ἔζησεν; Ἡ γὰρ φθορὰ οὐ ζῇ οὐδὲ ζωὴν ἔχει οὐδὲ ζωῆς μεταδίδωσιν· ὃ γάρ τις οὐκ ἔχει, πῶς μεταδίδωσι; Πῶς δὲ καὶ ἀκίνητος οὖσα ἐκινήθη καὶ μέχρι τῶν ὁρίων τοῦ φωτὸς ἔφθασε; Τίς ὁ ταύτῃ δοὺς τὴν ζωὴν καὶ τὸ κινητόν; Εἰ μὲν ὁ ἀγαθός, οὐκ ἀγαθὸς οὐδὲ σοφός·– οὐκ ἀγαθὸς μὲν τὴν κακίαν ζωώσας καὶ κινήσας, οὐ σοφὸς δὲ οὐδὲ γνωστικὸς ἑαυτῷ παρεσχηκὼς πολέμους καὶ πράγματα καὶ καθ' ἑαυτοῦ κινήσας τὴν κακίαν ἠρεμοῦσαν καὶ ἡσυχάζουσαν· στάσεως γὰρ καὶ κακῶν ἐγένετο πρόξενος–, εἰ δὲ οὐχ ὁ θεός, ἕτερος, καὶ οὐκέτι δύο, ἀλλ' ἢ τρεῖς· ὃ γάρ τις οὐκ ἔχει, οὐ δύναται ἀφ' ἑαυτοῦ κτήσασθαι. Μανιχαῖος· Ἀλλὰ δυνάμει εἶχε τὸ ζῆν καὶ τὴν κίνησιν. Ὀρθόδοξος· Εἰ δυνάμει εἶχε ζωὴν καὶ κίνησιν, δυνάμει ἦν ἀγαθή, εἴπερ ζωὴ καὶ κίνησις ἀγαθή. Μανιχαῖος· Ἡ τῆς κακίας ζωὴ καὶ κίνησις οὐκ ἀγαθόν, ἀλλὰ κακόν. Ὀρθόδοξος· Τὸ ἐκ δυνάμεως ἐρχόμενον εἰς ἐνέργειαν τρεπτὸν καὶ ἀρχόμενον καὶ οὐκ ἄναρχον καί, εἰ δυνάμει εἶχε ζωὴν καὶ κίνησιν, ἐνέργειαν ἔσχεν ὕστερον· εἰ μὲν κακὴ ἡ ταύτης ζωή τε καὶ κίνησις, δυνάμει ἦν κακὴ καὶ οὐκ ἐνεργείᾳ, καὶ ἔσται ἡ κακία οὐκ ἄναρχος. Εἰ δὲ ἀγαθὸν ἡ ταύτης ζωή τε καὶ κίνησις, ἐκ κακίας ἦλθεν εἰς ἀγαθόν. Μανιχαῖος· Τί δαί; Οὐχ ἡ ἑτέρου φθορὰ ἑτέρου γένεσις; Ὀρθόδοξος· Οὐχ ἡ φθορὰ γίνεται γένεσις, ἀλλ' ἡ ὑπὸ θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προστάξει θεοῦ δημιουργηθεῖσα, τρεπτὴ οὖσα ὡς ἀπὸ τροπῆς ἀρξαμένη. Τροπὴ γάρ ἐστι τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἐλθεῖν· ὧν δὲ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, τρεπτὰ πάντως καὶ ἀλλοιωτά. Τρεπτὴ οὖν οὖσα ἡ ὕλη τῷ θείῳ προστάγματι ζωοῦται καὶ φθείρεται καὶ πάλιν ζωοῦται· ὥστε οὐχ ἡ φθορὰ δημιουργεῖ γένεσιν, ἀλλὰ τὸ θεῖον πρόσταγμα ζωοῖ καὶ γενεσιουργεῖ.