Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
25.1
Εἰπὲ δὲ καὶ τοῦτο· Τὰ ἐκ τοῦ φωτὸς ὅρια φωτὸς πεπλήρωται ἢ οὔ; Μανιχαῖος· Παντί που δῆλον, ὡς φωτὸς πεπλήρωται. Ὀρθόδοξος· Τὸ φῶς καὶ τὸ σκότος δεκτικὰ ἀλλήλων εἰσὶν ἢ ἀνεπίδεκτα; Μανιχαῖος· Δεκτικά. Ὀρθόδοξος· Οὐκοῦν οὔκ εἰσι φύσει, ὅ εἰσι· τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται, καὶ ἡ φύσει ζωὴ ἀνεπίδεκτος θανάτου. Πῶς οὖν ὡμίλησε φωτὶ τὸ σκότος καὶ οὐ διελύθη; Εἶτα ὁ τόπος τοῦ φωτὸς ἐπεπλήρωτο τοῦ ἀγαθοῦ καὶ τοῦ φωτὸς ἢ οὔ; Μανιχαῖος· Ἐπεπλήρωτο. Ὀρθόδοξος· Πῶς οὖν ἐχωρήθη τὸ σκότος; Οὐ γὰρ μεδιμναῖον ἀγγεῖον χωρήσει διμέδιμνον, τουτέστιν ἀγγεῖον ἑνὸς μοδίου χωρητικὸν οὐκ ἂν δύο χωρήσει μοδίους.

Intertext edge

Open linked passage

Note