Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
27.1
Ὅμως αὗται αἱ δύο ἀρχαὶ φθαρτικαὶ ἀλλήλων εἰσί; Μανιχαῖος· Ναί. Ὀρθόδοξος· Οὐκοῦν οὐ μόνη ἡ κακία ἐστὶ φθορά, ἀλλὰ καὶ ὁ ἀγαθός. Μανιχαῖος· Ἡ μὲν κακία φθορά, ὁ δὲ ἀγαθὸς ζωή. Ὀρθόδοξος· Οὐκοῦν ἡ μὲν κακία φθείρει τὸν ἀγαθὸν καὶ οὐχ ὑφίσταται, ὁ δὲ ἀγαθὸς ζωοῖ τὴν κακίαν, καὶ ὑποστήσεται μὲν ἡ κακία, ἀπωλεῖται δὲ ὁ ἀγαθός. Ὡς οὖν ἔφης, ἡ ὕλη κακὸν καὶ φθορὰ καὶ θάνατος. Τὸ οὖν κακόν, εἰ μὲν ἄλλοις κακόν, ἑαυτῷ δὲ ἀγαθόν, συνίσταται μὲν ἑαυτῷ, οὐ παντελῶς κακόν, οὐ παντελῶς φθορά· συνιστῶν γὰρ ἑαυτῷ, κατὰ τοῦτο οὐκ ἔσται κακόν. Εἰ δὲ παντελῶς κακὸν καὶ παντελῶς φθορά, καὶ ἑαυτοῦ ἔσται ἀναιρετικὸν καὶ ἀνύπαρκτον.– Ἔκθου δὲ ἡμῖν καί, ὃν ἔφης, συγκράσεως λόγον.