Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
29.1
Ὀρθόδοξος· Εἰ κατὰ τὸν θεῖον ἀπόστολον οὐκ ἔστι κοινωνία φωτὶ πρὸς σκότος, πῶς ἐγένετο σύγκρασις ψυχῆς καὶ σώματος; Καὶ αὐτὴ δὲ ἡ πεῖρα, ἥτις ἐστὶ τῶν ματαίων λόγων ἰσχυροτέρα, διδάσκει. Εἰσῆλθε τὸ σκότος εἰς τὰ ὅρια τοῦ φωτός, καὶ οὐκ ἐλύθη; Καὶ πάλιν· Πῶς ἐχωρήθη τὸ σκότος ἐν τοῖς τοῦ φωτὸς ὁρίοις; Καὶ πάλιν· Εἰ μὲν σοφὸς ἦν ὁ ἀγαθός, πῶς οὐ προέγνω τὴν ἐπιδρομὴν τοῦ πονηροῦ καὶ προωχύρωσεν ἑαυτὸν καὶ τὸν τόπον αὐτοῦ; Εἰ γὰρ μὴ ἦν σοφὸς μηδὲ προγνώστης, μωρός· τὸν δὲ μωρὸν πῶς λέγεις ἀγαθόν; Καὶ πάλιν· Εἰ ὅλον τὸ σκότος εἰσῆλθεν εἰς τὰ ὅρια τοῦ φωτός, κενὸς ἔμεινεν ὁ τόπος αὐτοῦ· εἰ δὲ μέρος αὐτοῦ, πῶς μέρος αὐτοῦ ἐνίκησε τὸν ὑπὸ τοῦ ἀγαθοῦ ἀποσταλέντα πολεμῆσαι αὐτῷ; Ἄσοφος γὰρ ὁ ἀποστέλλων ἀσθενέστερον πρὸς ἰσχυρότερον. Ἢ ἀσθενὴς ὁ ἀγαθός, ὁ δὲ πονηρὸς ἰσχυρότερος. Καὶ πάλιν· Εἰ μὲν ἑκουσίως προέδωκεν ὁ ἀγαθὸς μέρος ἑαυτοῦ, τουτέστι τὴν ψυχήν, οὐκ ἀγαθὸς ὁ ἀγαθὸν κακῷ ἐκδιδούς. Πῶς δὲ αὐτὸς ἔκδοτον δέδωκε τὴν ψυχὴν τῷ πονηρῷ; Κρίνειν τοὺς δουλεύοντας τῷ πονηρῷ; Ἐροῦσι γὰρ αὐτῷ· Σὺ παρέδωκας ἡμᾶς, ἀνῄρηται ἡ κρίσις. Εἰ δὲ αὐτοῦ μὴ θέλοντος ἀφήρπασαν μέρος αὐτοῦ οἱ ἄρχοντες τῆς κακίας, ἀσθενέστερός ἐστι καὶ ἀμαθέστερος, πρῶτον μὲν ἀπολέσας μέρος αὐτοῦ, δεύτερον μὴ δυνηθεὶς ἀφαρπάσαι τὸ ἐξ αὐτοῦ ἁρπαγέν· εἰ γὰρ ἐξ ἀρχῆς οὐκ ἠδυνήθη, οὐδὲ μετὰ ταῦτα δυνηθήσεται. Πῶς δὲ παραλαβὼν τοὺς ἄρχοντας τῆς κακίας ἐσταύρωσε καὶ ἐκ τῶν σαρκῶν αὐτῶν ἐποίησε τοὺς οὐρανούς, ἐκ δὲ τῶν ὀστῶν αὐτῶν τὰ ὄρη, τὸ δὲ μέρος αὐτοῦ ἁρπαγὲν οὐ παρέλαβε; Καὶ οὕτως δὲ ἀναιρεῖται ἡ κρίσις. Ἀναίτιοι γὰρ οἱ ἁμαρτάνοντες· εἰ γὰρ αὐτὸς οὐκ ἠδυνήθη τὸ μέρος αὐτοῦ ἀπολαβεῖν, πῶς ἡ ψυχὴ ἡ κατακυριευθεῖσα δυνήσεται μὴ ἁμαρτάνειν καὶ ἀναίτιος ἔσται; Καὶ εἰ τελευταῖον δεσμήσει ὁ ἀγαθὸς τὴν κακίαν, ἀπολήψεται τελείως τὴν ψυχήν, καὶ οὐ κολασθήσεται ἄνθρωπος. Καὶ πάλιν· Εἰ ἐκ τοῦ σώματος τῇ ψυχῇ ἡ κακία, ἀναίτιος ἡ ψυχή. Καὶ πάλιν· Τὸ σῶμα νεκρὸν κείμενον οὐχ ἁμαρτάνει. Οὐκοῦν οὐκ ἐκ τοῦ σώματος ἡ κακία, ἀλλ' ἐκ τῆς ψυχῆς.