Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
Ὀρθόδοξος· Μίαν ἀρχὴν λέγεις τῶν ὄντων ἢ δύο; Μανιχαῖος· Δύο, μίαν ἀγαθὴν καὶ μίαν πονηράν· καὶ τὴν μὲν ἀγαθὴν ὀνομάζω δένδρον ἀγαθόν, παντὸς ἀγαθοῦ περιεκτικὸν καὶ ποιητικόν, μὴ δυνάμενον καρπὸν κακὸν ποιεῖν· τὴν δὲ πονηρὰν σκότος, φθοράν, δένδρον πονηρόν, παντὸς πονηροῦ καὶ πάσης κακίας περιεκτικόν, μὴ δυνάμενον καρπὸν ἀγαθὸν ποιεῖν. Ὀρθόδοξος· Κοινωνοῦσιν ἀλλήλαις αὗται αἱ δύο ἀρχαὶ ἢ οὔ; Μανιχαῖος· Παντελῶς ἀκοινώνητοι καὶ ἐναντίαι ἀλλήλαις ὑπάρχουσιν. Ὀρθόδοξος· Ἐν ἀλλήλαις καὶ σὺν ἀλλήλαις εἰσὶν ἢ κεχωρισμέναι; Μανιχαῖος· Κεχωρισμέναι ἦσαν ἐξ ἀρχῆς, ἑκάστη ἐν τοῖς ἰδίοις ὅροις. Ὀρθόδοξος· Πῶς οὖν νῦν εἰσι συμμεμιγμέναι; Μανιχαῖος· Ἦν ὁ ἀγαθὸς ἐν τῷ ἰδίῳ τόπῳ, ἐν πάσῃ ἀγαθοσύνῃ καὶ μακαριότητι, ἡ δὲ ὕλη ἤγουν ἡ κακία ἄζως, ἀκίνητος, αἰσχρά, σκότος δυσειδές, ἀναίσθητος ἐπὶ πολλοὺς αἰῶνας· ὕστερον δὲ ἐστασίασεν ἡ ὕλη πρὸς ἑαυτήν, καὶ οἱ καρποὶ αὐτῆς ἐπολέμησαν πρὸς ἀλλήλους, καὶ τῶν μὲν διωκόντων, τῶν δὲ φευγόντων ἔφθασαν εἰς τὰ ὅρια τοῦ φωτὸς καὶ ἰδόντες τὸ φῶς ἐπεθύμησαν τοῦ κάλλους αὐτοῦ καὶ ἐπαύσαντο τοῦ πρὸς ἀλλήλους πολέμου καὶ συμφωνήσαντες πρὸς ἀλλήλους ἐπέθεντο τῷ φωτί· καὶ ἀπέστειλεν ὁ ἀγαθὸς δύναμιν παρ' αὐτοῦ, καὶ συμπλοκῆς γενομένης ἔφαγον μέρος τοῦ φωτὸς οἱ ἄρχοντες τοῦ σκότους. Παρεχώρησε γὰρ ὁ ἀγαθὸς ἁρπαγῆναι δύναμιν ἐξ αὐτοῦ φοβηθείς, ἵνα μὴ κατακυριεύσωσι τοῦ τόπου αὐτοῦ. Τοῦτο δὲ ἐποίησεν, ἵνα διὰ τῆς μοίρας, ἧς παρέδωκε, κατακυριεύσῃ τῆς κακίας. Καὶ οὕτως ἐγένετο σύγκρασις τοῦ ἀγαθοῦ καὶ τοῦ πονηροῦ· ἐκ γὰρ τῆς μοίρας τοῦ ἀγαθοῦ ἐγένοντο αἱ ψυχαί, ἐκ δὲ τῆς οὐσίας τῆς κακίας τὰ σώματα. Ὀρθόδοξος· Τέως περὶ τούτων διασκεψώμεθα. Μανιχαῖος· Διασκεψώμεθα.

Intertext edge

Open linked passage

Note