Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
Εἰ δὲ λέγεις ὅτι, διὰ τί εἴασεν αὐτὸν πολεμεῖν τοῖς ἀνθρώποις, φημί, ὅτι πρὸς τὸ συμφέρον· πολλοὶ γὰρ δι' αὐτοῦ στεφανοῦνται. Εἰ δὲ λέγεις, ὅτι καὶ πολλοὶ ἀπόλλυνται, φημί, ὅτι, ὥσπερ ἠδυνήθη αὐτὸς ὁ διάβολος ἐκτὸς προσβολῆς ἄλλου γενέσθαι κακὸς ἐξ οἰκείας γνώμης, ὅπερ καὶ χεῖρον αὐτῷ ἐστιν ἔγκλημα, οὕτως ἠδύνατο καὶ ὁ ἄνθρωπος ἐξ ἑαυτοῦ καὶ μὴ ἔχων τὸν προσβάλλοντα γενέσθαι κακός, καὶ ἐγίνετο ἂν αὐτῷ ἡ ἁμαρτία χείρων· πλείονος γὰρ ἀπολογίας καὶ συγγνώμης ἀξιοῦται ὁ ἐξ ὑποβολῆς ἄλλου ἁμαρτάνων ἤπερ ὁ ἐξ ἑαυτοῦ. Ὁ γὰρ ἐξ ἑαυτοῦ ἁμαρτάνων ἀναπολόγητός ἐστιν, ὥσπερ καὶ ὁ ἐξ ἑαυτοῦ μετερχόμενος τὴν ἀρετὴν πλέον ἐπαινεῖται. Διὸ ὁ διάβολος μὲν ἐξ ἑαυτοῦ ἁμαρτήσας ἀμετανόητος ἔμεινεν, ὁ δὲ ἄνθρωπος οὐκ ἐξ ἑαυτοῦ ἁμαρτήσας, ἀλλ' ἐκ τῆς τοῦ διαβόλου προσβολῆς ἐν μετανοίᾳ γέγονε καὶ ἠξιώθη τῆς ἀνακαινίσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν. Τὸ οὖν εἶναι ἀγαθόν ἐστι καὶ δῶρον θεοῦ.