Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
34.1
Μανιχαῖος· Διὰ τί προγνοὺς ὁ θεὸς πονηρὸν ἐσόμενον τὸν διάβολον ἐποίησεν αὐτόν; Ὀρθόδοξος· Δι' ὑπερβολὴν ἀγαθότητος ἐποίησεν αὐτόν. Ἔφη γάρ· Ἐπειδὴ οὗτος πονηρὸς μέλλει ἔσεσθαι καὶ ἀπολλύειν πάντα τὰ διδόμενα αὐτῷ ἀγαθά, στερήσω αὐτὸν κἀγὼ τελείως τοῦ ἀγαθοῦ καὶ ἀνύπαρκτον αὐτὸν ποιήσω; Οὐδαμῶς. Ἀλλ' εἰ καὶ αὐτὸς πονηρὸς ἔσται, ἐγὼ τῆς μετουσίας μου μὴ στερήσω αὐτόν, ἀλλὰ δώσω αὐτῷ ἓν ἀγαθόν, τὴν διὰ τοῦ εἶναι μετουσίαν μου, ἵνα, κἂν μὴ θέλῃ, μετέχῃ μου τοῦ ἀγαθοῦ διὰ τοῦ εἶναι. Οὐδεὶς γάρ ἐστιν ὁ συγκρατῶν καὶ συνέχων τὰ ὄντα ἐν τῷ εἶναι εἰ μὴ ὁ θεός· τὸ γὰρ εἶναι ἀγαθόν ἐστι καὶ δῶρον θεοῦ.

Intertext edge

Open linked passage

Note