Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
35.1
Μανιχαῖος· Τὸ εἶναι τοῖς οὖσιν ἐκ θεοῦ τοῦ ἀγαθοῦ· εἰ οὖν πᾶσι τοῖς οὖσιν ἀγαθὸν τὸ εἶναι ὡς ἐκ θεοῦ τοῦ ἀγαθοῦ δεδομένον, καὶ τῷ διαβόλῳ ἀγαθὸν τὸ εἶναι. Ὀρθόδοξος· Πάντα τὰ ὄντα ἐκ τοῦ θεοῦ ἔσχε τὸ εἶναι. Πάντα τὰ δοθέντα ἑκάστῳ ὑπὸ θεοῦ, ἃ καὶ ἀγαθά ἐστι· τὰ γὰρ ἐκ τοῦ ἀγαθοῦ διδόμενα ἀγαθά. Κακὸν δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἡ τῶν ἀγαθῶν, τουτέστι τῶν ὑπὸ θεοῦ δοθέντων, ἀποβολή. Οἱ οὖν ἐκ θεοῦ κἂν τὸ εἶναι ἔχοντες ἐν μετουσίᾳ μερικῇ τοῦ ἀγαθοῦ εἰσι κατ' ἔσχατον ἀπήχημα. Καλὸν οὖν ἐστιν εἶναι τὸν διάβολον καὶ διὰ τοῦ εἶναι μετέχειν τοῦ ἀγαθοῦ. Τὸ οὖν εἶναι καλόν, τὸ δὲ εὖ εἶναι κάλλιον. Τελεία γὰρ ὕπαρξις τὸ ὑγιαίνειν, τὸ νοσεῖν καὶ εἶναι μερικὸν κακὸν καὶ φθορά· οὐ γὰρ τελεία ἀνυπαρξία, ἀλλὰ μερικὴ ὕπαρξις καὶ μερικὴ ἀνυπαρξία. Τὸ μὴ εἶναι τέλειον κακόν· τελεία γὰρ φθορὰ καὶ ἀνυπαρξία τὸ τελείως μὴ ὄν. Τὸ οὖν εἶναι καὶ τὸ εὖ εἶναι καλὰ καὶ παρὰ θεοῦ, τὸ δὲ κακὸν ἐξ ἀγαθοῦ γενέσθαι τῆς τοῦ γινομένου γνώμης. Ὁ οὖν θεὸς δι' ὑπερβολὴν ἀγαθότητος καὶ τῷ πονηρῷ τὰ ἀγαθὰ δέδωκε, τὸ εἶναι καὶ τὸ εὖ εἶναι. 36 Ἐγκαλεῖτε ἡμῖν, ὦ Μανιχαῖοι, διὰ τί προγινώσκων ὁ θεὸς τὸν διάβολον κακὸν ἐσόμενον ἐποίησεν αὐτόν, καὶ ἀπεδείξαμεν διὰ πλειόνων, ὅτι κατὰ τὸν φυσικὸν τοῦ δικαίου λόγον καλῶς ἐποίησεν αὐτόν· κρεῖσσον γὰρ κατὰ τὸν φυσικὸν λόγον κἂν εἶναι καὶ κατὰ τὸν τοῦ εἶναι λόγον μετέχειν τοῦ ἀγαθοῦ. Ἐκ τοῦ θεοῦ γὰρ τοῦ μόνου ἀεὶ ὄντος αὐτὸ τὸ εἶναι, ἀγαθοῦ καὶ ἀγαθῶν παρεκτικοῦ· τὸ δὲ ἐκ τοῦ ἀγαθοῦ ἀγαθὸν πάντως ἐστίν. Εἰ δὲ λέγετε, ὅτι συνέφερεν αὐτῷ μὴ γενέσθαι ἤπερ γενέσθαι καὶ κολασθῆναι ἀτελευτήτως, φαμέν, ὅτι ἡ κόλασις ἐκείνη οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ πῦρ ἐπιθυμίας τῆς κακίας καὶ ἁμαρτίας καὶ πῦρ ἀστοχίας τῆς ἐπιθυμίας. Οὐ γὰρ ἐπιθυμοῦσι θεοῦ οἱ ἐν τῇ κακίᾳ τὸ ἄτρεπτον ἐσχηκότες, ἀλλὰ τῆς κακίας, ἐκεῖ δὲ ἐνέργεια κακίας καὶ ἁμαρτίας οὐκ ἔσται. Οὐδὲ γὰρ ἐσθίομεν οὐδὲ πίνομεν οὐδὲ ἐνδυόμεθα οὐδὲ γαμοῦμεν οὐδὲ πλουτοῦμεν οὐδὲ φθόνος ἰσχύει οὐδέ τι τῶν τῆς ἁμαρτίας εἰδῶν. Ἐπιθυμοῦντες οὖν καὶ μὴ ἔχοντες τὰ τῆς ἐπιθυμίας πυρὸς δίκην ὑπὸ τῆς ἐπιθυμίας καταφλέγονται. Οἱ δὲ τοῦ ἀγαθοῦ, τουτέστι μόνου τοῦ θεοῦ, ἐπιθυμοῦντες, τοῦ ὄντος καὶ ἀεὶ ὄντος, καὶ τυγχάνοντες εὐφραίνονται κατὰ τὴν ἀναλογίαν τῆς ἐπιθυμίας αὐτῶν, καθ' ἣν τυγχάνουσι τοῦ ἐπιθυμουμένου. Τὸ μὲν οὖν ὄντως ἀγαθὸν τὸ φύσει ἐστὶν ἀγαθόν, κἂν ποσῶς μετέχειν κατ' αὐτὸ τὸ εἶναι τοῦ ἀγαθοῦ. Τὸ δὲ δοκοῦν ἀγαθὸν οὐ φύσει ἀγαθόν ἐστι, ἀλλὰ κακόν. Τὸ προκρίνειν τὴν τῶν κτισμάτων ἀπόλαυσιν τῆς τοῦ κτίστου ἀπολαύσεως καὶ τὸ οἰκεῖον θέλημα τοῦ θελήματος τοῦ δημιουργοῦ οὐκ ἔστι δικαίου οὐδὲ ἀγαθοῦ, προκρίνειν τὸ ἡμῖν δοκοῦν ἀγαθόν, ὅπερ κακὸν μᾶλλον ἐδείχθη, τοῦ ὄντος φύσει ἀγαθοῦ, ἀλλὰ γενέσθαι μὲν αὐτὸν καὶ ἔχειν μοῖράν τινα καὶ σμικροτάτην τοῦ ὄντως ἀγαθοῦ ἤπερ διὰ τὸ κακόν, τουτέστι τὴν ἄδικον ἔφεσιν καὶ λύπην, στερηθῆναι καὶ αὐτῆς τῆς μικρᾶς μοίρας τοῦ ἀγαθοῦ. Ὁ γὰρ θεὸς οὐ κατὰ τὴν ἡμετέραν κρίσιν τὴν ἄλογον κρίνει, ἀλλὰ κατὰ τὸ ὄντως ἀγαθὸν καὶ δίκαιον, οὐδὲ τοῖς πάθεσιν ἡμῶν ἐξακολουθεῖ οὐδὲ διὰ νομιζομένην συμπάθειαν, τὴν ὄντως ἐμπάθειαν, τὸν τοῦ δικαίου λόγον προδίδωσι.

Intertext edge

Open linked passage

Note