Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
37.1
Καὶ πάλιν· Ὁ θεὸς τὰ μήπω ὄντα ὡς ὄντα καλεῖ καὶ τὰ ἐσόμενα ὡς ἤδη γεγενημένα θεωρεῖ καὶ κρίνει. Ὥσπερ οὖν τὸν ἤδη ἁμαρτήσαντα ὁ κριτὴς δικαίως κολάζει– κἂν μὴ κολάσῃ, ἄδικός ἐστι– καὶ οὐκ ἔστιν αὐτὸς αἴτιος τῆς τοῦ κολαζομένου ἁμαρτίας ἢ τιμωρίας, ἀλλ' ἡ τοῦ ἁμαρτήσαντος προαίρεσις, οὕτως ὁ θεὸς ὡς ἤδη γεγενημένον τὸ ἐσόμενον βλέπων ἔκρινεν γενέσθαι καί, εἰ κακὸς γένοιτο, ἐξ αὐτοῦ κολασθῆναι. Διὸ καὶ ἐποίησεν αὐτὸν καὶ ἀγαθὸν ἐποίησεν αὐτόν· αὐτὸς δὲ ἐξ οἰκείας προαιρέσεως γέγονε κακὸς καὶ ἑαυτῷ γέγονε τῆς τιμωρίας αἴτιος, μᾶλλον δὲ ἑαυτὸν τιμωρεῖται τῶν μὴ ὄντων ἐφιέμενος. Ὅτι δὲ οὐχ ἡ πρόγνωσις τοῦ θεοῦ γέγονεν αἰτία αὐτῷ τῷ διαβόλῳ τοῦ κακὸν ἔσεσθαι, δῆλον· οὐδὲ γὰρ ὁ προγινώσκων ἰατρὸς τὴν ἐσομένην νόσον αἴτιός ἐστι τῆς νόσου, ἀλλ' αἴτιον μὲν τῆς νόσου ἡ ἀταξία, ἡ δὲ πρόγνωσις τῆς τοῦ ἰατροῦ ἐπιστήμης γνώρισμα καὶ αἴτιον τῆς προγνώσεως τὸ οὕτως μέλλειν ἔσεσθαι. Ὅτι δὲ οὕτως ἐστί, φησὶν ὁ ἀπόστολος· Ὁ «καλῶν τὰ μὴ ὄντα ὡς ὄντα». Καὶ τοῦτο δὲ εἰδέναι χρή, ὅτι, καθὼς ἐξέλθῃ ἡ ψυχὴ ἐκ τοῦ σώματος, οὕτως διαμένει ἄτρεπτος τοῦ λοιποῦ εἴτε τὸ ἀγαθὸν ποθοῦσα, εἴτε τὸ πονηρόν.