Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1
Ὀρθόδοξος· Ἡ ἀρχὴ ποσαχῶς λαμβάνεται; Μανιχαῖος· Φράσον σύ. Ὀρθόδοξος· Ἄναρχον μέν ἐστι τὸ μὴ ἐσχηκὸς ἀρχήν, τὸ δὲ τῆς ἀρχῆς ὄνομα ὁμώνυμόν ἐστι· καὶ γὰρ πολλὰ σημαίνει. Λέγεται γὰρ ἀρχὴ κατὰ χρόνον, ὡς λέγομεν ἀρχὴν ἡμέρας τὴν τοῦ ἡλίου ἀνατολήν, καὶ ἀρχὴν ἐνιαυτοῦ. Λέγεται ἀρχὴ καὶ κατὰ τόπους, ὡς λέγομεν· Ἀρχὴ ὁδοῦ, καὶ ἀρχὴν τοῦ Φυσὼν τὸν παράδεισον. Λέγεται ἀρχὴ καὶ κατὰ ἀξίωμα καὶ ἐξουσίαν, ὡς λέγομεν ἀρχὴν εἶναι καὶ τὸν βασιλέα τῶν ὑπηκόων. Λέγεται ἀρχὴ καὶ τὸ φύσει πρότερον ὡς ἐπὶ τοῦ ἀριθμοῦ. Δύο μὲν γὰρ ὄντων ἐξ ἀνάγκης ἔσται τὸ ἕν, ἑνὸς δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἐστὶ δύο· ἔσται γὰρ δύο ἓν καὶ ἕν, τὸ δὲ ἓν οὐ δύο. Ἀρχὴ οὖν τῶν δύο τὸ ἕν. Λέγεται ἀρχὴ καὶ κατὰ τάξιν ὡς πρῶτον τὸ τοῦ ἀναγνώστου ἀξίωμα, εἶτα ὑποδιακόνου, εἶτα διακόνου, καὶ οὕτως πρεσβυτέρου, καὶ οὕτως ἐπισκόπου. Λέγεται ἀρχὴ καὶ κατὰ τὸ αἴτιον καὶ τοῦτο τριχῶς; ἢ γὰρ φυσικὸν ὡς ἀρχὴ υἱοῦ πατήρ, ἢ ποιητικὸν ὡς ἀρχὴ κτίσεως ὁ κτίστης, ἢ μιμητικὸν ὡς ἀρχὴ εἰκόνος τὸ εἰκονιζόμενον. Κατὰ τοσούτους οὖν τρόπους λεγομένης τῆς ἀρχῆς ἐκεῖνό ἐστι τὸ ὄντως ἄναρχον λεγόμενον· τὸ κατὰ πάντας τοὺς τρόπους ἄναρχον λεγόμενον. Πῶς οὖν δύο ἀρχὰς σὺ φῂς ἀνάρχους; Μανιχαῖος· Κατὰ πάντας τοὺς τρόπους· οὕτως γὰρ ἔσονται ἄναρχοι. Ὀρθόδοξος· Ἀλλ' ἐψεύσω κατὰ τῆς σεαυτοῦ κορυφῆς· ἀπὸ δὲ ψεύδους ἀρξάμενος ἀδόκιμον ἕξεις τὸ τέλος. Μανιχαῖος· Πῶς τοῦτο λέγεις; Ὀρθόδοξος· Δύο εἰπὼν ἀπὸ ἀριθμοῦ ἤρξω, τὰ δὲ δύο οὐκ ἀρχή· ἄλλη γὰρ ἀρχὴ τῶν δύο, ἡ μονάς. Περὶ ἀρχῆς οὖν διαλεγόμενος μίαν ἀρχὴν εἰπέ, ἵνα ᾖ τελεία ἡ ἀρχή· φύσει γὰρ μονὰς ἀρχὴ δυάδος. Εἰ οὖν δύο ἀρχαί, ποῦ ἡ φύσει προτέρα ἀρχή, τουτέστιν ἡ μονάς;

Intertext edge

Open linked passage

Note