Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
42.1
Τὸ ἐκ τῆς ἑαυτοῦ οὐσίας προφέρειν οὐ δημιούργημα, τὸ δὲ ἐκ μὴ ὄντων δημιούργημα. Εἰ οὖν δημιουργεῖ ἡ κακία, ἐκ μὴ ὄντων παράγει, καὶ οὐκέτι ἐκ τῆς ὕλης τὸ σῶμα· εἰ δὲ ἐκ τῆς ὕλης, τουτέστιν ἐκ τῆς οὐσίας τῆς κακίας, εἰ μὲν ἄναρχος ἡ κακία, καὶ ἀθάνατος πάντως καὶ ἄτρεπτος– τὸ γὰρ μὴ ἀρξάμενον οὐ παύεται οὐδὲ τρέπεται· εἰ δὲ τρέπεται καὶ φθείρεται, οὐκ ἄναρχος–, εἰ δὲ ἡ κακία ἄτρεπτος, καὶ τὸ ἐκ τῆς οὐσίας αὐτῆς σῶμα ἄφθαρτον ἔσται καὶ ἄτρεπτον. Τίνος οὖν ἦν ἡ φθορὰ καὶ ἡ κακία; Ἡ γὰρ φθορὰ πάντως φθείρει τι ἢ οὐκ ἔστι φθορά. Εἰ μὲν τὸ ἀγαθὸν παθητόν, παθητὸς καὶ ὁ ἀγαθός, καὶ πῶς τελέως ἀγαθός; Φθειρόμενος δὲ ὁ ἀγαθὸς ὑπὸ αὐτῆς εἰς ἀνυπαρξίαν χωρήσει. Εἰ δὲ ἑαυτὴν ἔφθειρεν, ἐφθάρη καὶ ἀπώλετο καὶ οὐκ ἔστιν. Εἰ δὲ μέρος τοῦ ἀγαθοῦ, καὶ μέρος ἑαυτῆς ἔφθειρεν. Ἧς δὲ φύσεως τὸ μέρος φθαρτόν, καὶ πᾶσα φθαρτή· ἀδύνατον γὰρ τὴν αὐτὴν φύσιν καὶ φθαρτὴν εἶναι καὶ ἄφθαρτον. Εἰ γὰρ λέγομεν τὸ σῶμα τοῦ ἀνθρώπου φθαρτὸν μέρος ὂν τοῦ ἀνθρώπου, τὴν δὲ ψυχὴν ἄφθαρτον, ἀλλ' οὔκ εἰσι μιᾶς φύσεως. Ἡ γὰρ ψυχή, εἰ καὶ ἐν σώματι πολιτεύεται, ἀλλ' οὐκ ἔστι σῶμα, ἀλλ' ἀσώματος· ὥστε ἄλλης φύσεώς ἐστιν ἡ ψυχὴ καὶ ἄλλης τὸ σῶμα, καὶ οὐ τὸ μὲν μέρος τῆς αὐτῆς φύσεως φθαρτόν, τὸ δὲ ἄφθαρτον, ἀλλ' ἡ μὲν μία φύσις τοῦ ἀνθρώπου φθαρτή, ἡ δὲ ἄφθαρτος. Καὶ οὔτε ἡ ψυχὴ ἐξ ἀνάρχου οὐσίας– τρεπτὴ γάρ– οὔτε τὸ σῶμα· καὶ αὐτὸ γὰρ τρεπτὸν καὶ φθαρτόν. Μιᾶς δὲ φύσεως λέγεται ὁ ἄνθρωπος, οὐχ ὅτι ἡ ψυχὴ καὶ τὸ σῶμα μιᾶς ἐστι φύσεως, ἀλλ' ὅτι πάντες οἱ ἄνθρωποι ὁμοίως ἕκαστος ψυχὴν ἔχει καὶ σῶμα καὶ ἕκαστος δύο φύσεις ἔχει.