Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
44.1
Καὶ τοῦτο δὲ εἰδέναι δεῖ, ὅτι ὁ θεὸς οὐ κολάζει τινὰ ἐν τῷ μέλλοντι, ἀλλ' ἕκαστος ἑαυτὸν δεκτικὸν ποιεῖ τῆς μετοχῆς τοῦ θεοῦ, Ἔστι δὲ ἡ μὲν μετοχὴ τοῦ θεοῦ τρυφή, ἡ δὲ ἀμεθεξία αὐτοῦ κόλασις· ἐνταῦθα δὲ οὐ κολάζων ἐπιφέρει τοὺς πειρασμοὺς ὁ θεός, ἀλλὰ παιδεύων καὶ ἰώμενος τὴν κακίαν, ἵνα ἐπιγνῶμεν αὐτὸν καὶ ἐπιστρέφωμεν καὶ τύχωμεν τῆς ἁγιότητος αὐτοῦ. «Ἡ γὰρ παιδεία κυρίου ἀνοίγει μου τὰ ὦτα.»