Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
45.1
Μανιχαῖος· Εἰ ἀγαθός, διὰ τί ἐν τῷ μέλλοντι αἰῶνι κολάζει τὸν πονηρὸν καὶ οὐ μᾶλλον ἀναιρεῖ αὐτόν; Ὀρθόδοξος· Ὁ θεὸς ἀγαθός ἐστιν, ἀλλὰ καὶ δίκαιος· ὡς ἀγαθὸς οὖν ἐποίησεν, ὅσα ἐποίησεν, ἀγαθά. Ὥσπερ οὖν δίκαιον ἦν, τοὺς ὑπ' αὐτοῦ ἐσομένους ἀγαθοὺς καὶ μέλλοντας οὐ μόνον φυλάττειν τὸ δοθὲν αὐτοῖς ἀγαθόν, ἀλλὰ καὶ ἐπεργάζεσθαι αὐτό, γενέσθαι καὶ ἀξιωθῆναι τοῦ τελείου ἀγαθοῦ καὶ τῆς αἰωνίου τρυφῆς, οὕτως καὶ δίκαιον ἦν, τοὺς ὑπ' αὐτοῦ ἐσομένους ἀγαθοὺς καὶ μέλλοντας οὐ φυλάττειν τὸ δοθὲν αὐτοῖς ἀγαθόν, ἀλλ' ἑκουσίως ἐκκλίνειν διὰ τῆς ἀποβολῆς τῶν ἀγαθῶν ἐπὶ τὴν κακίαν καὶ γενέσθαι καὶ στερηθῆναι τῆς ἀιδίου τρυφῆς.

Intertext edge

Open linked passage

Note