John of Damascus PG 94-96
Contra Manichaeos
Mani 46.1
Choose a text
More by John of Damascus, Saint
—
Pg Scrape Grc
46.1
Πλέον ἀπέχει τὰ σεραφὶμ ἀπὸ θεοῦ ἤπερ ὁ πονηρὸς ἀπὸ τῶν σεραφίμ. Εἰ οὖν μὴ ἐγένετο ὁ διάβολος, ὁ πρὸ αὐτοῦ ἀνεφαίνετο χείρων πάντων καὶ κακὸν ἐν συγκρίσει τῇ πρὸς τοὺς πρὸ αὐτοῦ καὶ ἐλέγομεν· Διὰ τί προειδὼς ὁ θεός, ὅτι τοιοῦτος μέλλει ἔσεσθαι, ἐποίησεν αὐτόν; Ὁμοίως καὶ ἐπὶ τοῦ πρὸ ἐκείνου, ἕως ἂν ἔλθωμεν καὶ εἰς αὐτὰ τὰ σεραφίμ. Καὶ γὰρ πολλάκις θεωροῦμεν πρᾶγμα ἐλεεινότατον καὶ δοκοῦμεν μὴ εἶναι ἐλεεινότερον αὐτοῦ ἕτερον καὶ μετὰ ταῦτα ὁρῶμεν ἕτερον χεῖρον. Ὅπερ γὰρ ἂν ἔσχατον κακόν, ὧν εἴδομεν, λογισώμεθα, ὑπονοοῦμεν μὴ εἶναι αὐτοῦ χεῖρον.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).