Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1
Μανιχαῖος· Σὺ οὖν τρεῖς ὑποστάσεις λέγεις, καὶ πῶς λέγεις, ὅτι ἀπὸ μονάδος δεῖ ἄρχεσθαι; Ὀρθόδοξος· Εἰ καὶ τρεῖς ὑποστάσεις λέγω, ἀλλὰ μίαν ἀρχήν φημι· ἀρχὴ γὰρ ὁ πατὴρ υἱοῦ καὶ πνεύματος οὐ κατὰ χρόνον, ἀλλὰ κατ' αἰτίαν. Ἐκ πατρὸς γὰρ λόγος καὶ πνεῦμα, εἰ καὶ μὴ μετὰ πατέρα. Ὥσπερ γὰρ ἐκ τοῦ πυρὸς φῶς καὶ οὐ προτερεύει κατὰ χρόνον τὸ πῦρ τοῦ φωτός– ἀδύνατον γὰρ εἶναι πῦρ ἀφώτιστον, ἀρχὴ δέ ἐστι καὶ αἰτία τὸ πῦρ τοῦ ἐξ αὐτοῦ φωτός–, οὕτω καὶ ὁ πατὴρ ἀρχὴ καὶ αἰτία τοῦ λόγου καὶ τοῦ πνεύματος– ἐκ τοῦ πατρὸς γὰρ λόγος καὶ πνεῦμα–, οὐ προτερεύει δὲ χρόνῳ· ἀδύνατον γὰρ εἶναι πατέρα ἐκ τοῦ υἱοῦ ἢ λόγον ἐκ τοῦ πνεύματος. Μίαν οὖν ἀρχὴν ὁμολογῶ ὡς καὶ αἴτιον φυσικὸν τὸν πατέρα λόγου καὶ πνεύματος. Σὺ δὲ οὐ λέγεις ἐκ τοῦ ἀγαθοῦ τὸν πονηρὸν οὐδὲ τὸν ἀγαθὸν ἐκ τοῦ πονηροῦ.

Intertext edge

Open linked passage

Note