Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
57.1
Τὸ κακὸν φθορὰ καὶ θάνατος. Τὸ οὖν κακόν, εἰ μὲν ἄλλοις κακόν, ἑαυτῷ δὲ ἀγαθόν, συνιστᾷ μὲν ἑαυτό, οὐ παντελῶς δὲ κακόν· συνιστᾷ γὰρ ἑαυτό, καὶ κατὰ τοῦτο οὐκ ἔστι κακόν. Εἰ δὲ παντελῶς κακόν, καὶ ἑαυτῷ κακὸν καὶ ἑαυτοῦ ἀναιρετικὸν καὶ ἀνύπαρκτον. Εἰ δὲ καὶ ἐν τῇ ἑτέρου φθορᾷ ἑτέρων γένεσις γίνεται, οὐχ ἡ φθορὰ γενέσεώς ἐστιν αἴτιον, ἀλλὰ τὸ ἀγαθὸν δι' ὑπερβολὴν ἀγαθότητος καὶ ἐκ τῆς ἑτέρου φθορᾶς ἑτέρου κατεργάζεται γένεσιν. Ἡ γὰρ ὕλη ὑποχείριος τῷ ἀγαθῷ ὑπ' αὐτοῦ γενομένη, ἀγαθή· καὶ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἐν ἀρχῇ τὰ πάντα παρήγαγεν.