Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
60.1
Τὸ κακὸν διττόν. Τὸ μὲν τῇ ἀληθείᾳ κακὸν ὡς ἡ τῶν φυσικῶν ἕξεων ἀπόπτωσις. «Ὁ γὰρ θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς.» Ἕτερον δὲ κακὸν λέγεται τὸ κατ' αἴσθησιν ὡς αἱ θλίψεις αἱ κατὰ τοὺς πειρασμούς· τὸ γὰρ τῆς κακίας ὄνομα ὁμώνυμόν ἐστι. Δύο γὰρ σημαίνει· ποτὲ μὲν γὰρ σημαίνει τὴν τῆς ἀρετῆς στέρησιν, ποτὲ δὲ τὴν τῆς χαρᾶς, τουτέστι τοῦ ἐπιθυμουμένου. Ἡ μὲν γὰρ πορνεία οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ σωφροσύνης στέρησις καὶ κακὴ χρῆσις· ἀντὶ γὰρ τοῦ ἀγαπῆσαι καὶ μιγῆναι τὸ ἴδιον σκεῦος, τουτέστι τὴν ἰδίαν γυναῖκα, ἀγαπᾷ καὶ μίγνυται τῇ ἀλλοτρίᾳ. Ἡ ἀπιστία ἀντὶ τοῦ πιστεῦσαι καὶ ἀγαπῆσαι τὸν φύσει θεὸν πιστεύει τῷ μὴ ὄντι θεῷ. Τοῦτο οὖν ἐστι κακία τὸ τῷ μὴ ὄντι ὡς ὄντι χρήσασθαι, τὸ μὴ παρέχειν ἑκάστῳ τὰ ἴδια· ἴδια ἑκάστῳ τὰ ὑπὸ θεοῦ ὁριζόμενα. Ἴδιον μὲν θεοῦ ἡ δόξα καὶ ἡ τιμὴ ὡς δημιουργῷ πρέπουσα, ἴδιον δὲ τῶν κτισμάτων τὸ μέτρον, ὃ ἑκάστῳ ὥρισεν ὁ τὸ εἶναι δούς. Ἐφ' ἡμῖν δέ ἐστιν ἢ χρήσασθαι τοῖς δοθεῖσιν ἡμῖν ὑπὸ θεοῦ, ἐφ' ᾧ δέδωκεν ἡμῖν αὐτά, καὶ ἐφ' ἡμῖν ἐστι χρήσασθαι οὐκ ἐφ' ᾧ δέδωκεν, οἷον ἔδωκεν ἡμῖν τὸ ἐπιθυμητικόν, ἵνα ἐπιθυμῶμεν αὐτοῦ τοῦ μόνου ἀγαθοῦ. Ἐὰν ἐπὶ τούτῳ χρησώμεθα τῇ ἐπιθυμίᾳ ἀρετὴ καὶ καλόν· εἰ δὲ ἕτερόν τι παρ' αὐτὸν ἀγαπήσωμεν, οὐκ ἔστι χρῆσις, ἀλλὰ παράχρησις. Εἰς αὐτὸ γὰρ τοῦτο ἐποίησεν ἡμᾶς, ἵνα μετέχωμεν αὐτοῦ ἐπιθυμοῦντες.

Intertext edge

Open linked passage

Note