Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
62.1
Τί ἐστι φθεῖρον ἢ φθορὰ ἢ φθαρτή; Φθορὰ μὲν γάρ ἐστιν ἡ τῶν συντεθέντων διάλυσις. Φθείρει δὲ ὁ τὴν φθορὰν ἐπάγων, φθείρεται δὲ τὸ διαλυόμενον σύνθετον. Καὶ τὸ μὲν φθεῖρον καὶ φθειρόμενον οὐσίαι εἰσίν, ἡ δὲ φθορὰ συμβεβηκὸς ἐν τῷ λύεσθαι τὰ συντεθέντα θεωρουμένη καὶ οὔτε προϋπάρχουσα οὔτε μετὰ τὸ λυθῆναι διαμένουσα.