Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
63.1
Τί οὖν ἐστιν ἡ ὕλη, φθείρουσα ἢ φθορὰ ἢ φθαρτή; Καὶ εἰ μὲν εἴπητε, ὅτι φθείρουσα, εἴπατε, τί φθείρει εἰ μὴ τὸν ἀγαθόν; Οὐδὲν γὰρ λέγετε ἕτερον εἰ μὴ τὴν ὕλην καὶ τὸν ἀγαθόν. Εἰ οὖν δύο ἦσαν, φθείρει ἡ ὕλη, γενεσιουργεῖ δὲ ὁ ἀγαθός, ἢ ἡ μὲν ὕλη συνίσταται, φθείρεται δὲ καὶ ἀπόλλυται ὁ ἀγαθός. Εἰ δὲ ἑαυτὴν φθείρει, γνῶτε, ὡς οὐδὲν ἑαυτοῦ ἐστιν φθαρτικόν· εἰ δὲ καὶ ἑαυτὸ ἔφθειρεν, ἀνάλωσεν ἂν ἑαυτὸ καὶ εἰς ἀνυπαρξίαν ἤλασε. Πῶς δὲ καὶ τὸ φθειρόμενον ἄναρχον; Εἰ δὲ φθαρτή, ὑπὸ τίνος φθείρεται εἰ μὴ ὑπὸ τοῦ ἀγαθοῦ, καὶ ἔσται ὁ ἀγαθὸς φθορεύς. Εἰ δὲ φθορά ἐστιν, ὑπὸ τίνος ἐνεργεῖται καὶ ἔστιν; Ἡ γὰρ φθορὰ διάλυσίς ἐστιν, ὡς εἴπομεν. Τίς οὖν ὁ διαλύων καὶ τί τὸ διαλυόμενον; Ὅτι δὲ οὐ δύναται ἡ ὕλη φθορὰ εἶναι καὶ φθαρτὴ οὐσία, ἐντεῦθεν γνωστόν· ἡ μὲν γὰρ φθαρτὴ οὐσία προηγεῖται καὶ προϋφίσταται ὡς συντεθεῖσα ὑπόστασις. Ἡ δὲ φθορὰ ἐπιγίνεται μετὰ τὴν σύνθεσιν λύουσα τὰ συντεθειμένα. Πῶς δὲ καὶ ἦν ἡ οὐσία τῆς ὕλης σύνδρομον καὶ συνουσιωμένην ἔχουσα τὴν φθοράν; Ἀλλ' ἴσως ἐρεῖτε, ὅτι ἦν ποτε οὐκ ἐνεργείᾳ φθορά, ἀλλὰ δυνάμει, ὁμοίως καὶ φθαρτόν. Ἀλλὰ γνῶτε, ὅτι τὸ μὲν εἶναι φθαρτικὸν ἢ δημιουργικόν, μήπω δὲ ἐνεργεῖν τὴν φθορὰν ἢ τὴν δημιουργίαν διὰ τὸ μὴ δύνασθαι τὰ φθειρόμενα ἢ δημιουργούμενα συναΐδια εἶναι τῷ φθείροντι ἢ δημιουργοῦντι ἀληθές. Ἀλλ' ὑμεῖς οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραχθῆναι λέγετε, ἀλλ' αὐτὴν ἑαυτῆς εἶναι τὴν κακίαν φθαρτικὴν καὶ ἀναλωτικήν, ὥστε αὕτη δυνάμει ἔχουσα τό τε φθείρειν καὶ φθείρεσθαι, καὶ οὐκ ἐνεργείᾳ ἀτελὴς ἦν. Τὸ δὲ ἐξ ἀτελοῦς προκόπτον εἰς τελειότητα οὐκ ἄναρχον· εἰ γὰρ τὸ ἄτρεπτον ἄναρχον, τὸ τρεπόμενον οὐκ ἄναρχον. Καὶ πάλιν· Τί πρῶτον τῆς ὕλης, ἡ οὐσία αὐτῆς ἢ ἡ φθορά; Καὶ εἰ μὲν ἡ φθορά, ἀδύνατον αὐτὴν ὑπάρξαι πρὸ τοῦ εἶναι ἀναλισκομένην. Εἰ δὲ ἡ οὐσία αὐτῆς προϋπῆρξε τῆς φθορᾶς, οὐσία μᾶλλον καὶ ὕπαρξίς ἐστι καὶ οὐ φθορὰ καὶ ἦν ἀφθαρσία ποτὲ μὴ ἔχουσα ἐναντίαν τὴν φθορὰν καὶ οὐκ ἄναρχος ἡ φθορά. Εἰ δὲ ἀεὶ ἦν ἡ οὐσία αὐτῆς ἀναλίσκουσα ἑαυτήν, πῶς προήγαγε τοὺς καρπούς; Εἰ μερικῶς ἀνήλισκεν, οὐ παντελῶς φθαρτικὴ οὐδὲ παντελῶς φθαρτὴ καὶ οὐ τελέως κακή. Εἰ δὲ φθαρτικὴ οὖσα ἐπαύσατο τοῦ ἑαυτὴν φθείρειν, ἢ κακὸν τὸ φθείρειν καὶ ἐκ κακοῦ εἰς ἀγαθὸν ἐτράπη ἢ ἀγαθὸν τὸ φθείρειν καὶ ἐξ ἀγαθοῦ γέγονε κακή. Εἰ ἡ ὕλη κακία, ἑαυτὴν δὲ ἔφθειρεν, ἀγαθή· τὸ γὰρ φθεῖρον τὸ κακὸν ἀγαθόν. Καὶ πάλιν εἴπατε· Ἡ ὕλη φῶς ἦν ἢ σκότος; Καὶ εἰ μὲν φῶς, τῆς οὐσίας τοῦ ἀγαθοῦ· καὶ ἰδοὺ μία ἀρχὴ καὶ οὐ δύο. Εἰ δὲ σκότος, πῶς τὸ σκότος θεωρεῖ; Εἰ γὰρ θεωρεῖ, φῶς ἔχει. Εἰ δὲ οὐκ ἔχει φῶς, τυφλόν ἐστι, καὶ πῶς εἶδε τὸ φῶς; Πῶς δὲ καὶ σκότος ἔσται ἐν τῷ φωτεινῷ καὶ οὐ λυθήσεται; Ἢ «ποία κοινωνία φωτὶ πρὸς σκότος;» Καὶ πάλιν· Ἡ ὕλη ἔζη ἢ οὔ; Καὶ εἰ μὲν οὐκ ἔζη, πῶς ἐκινήθη; Πᾶν γὰρ τὸ μὴ ἔχον ζωὴν ἀκίνητον. Εἰ δὲ ἔζη, ἢ ἐξ αὐτῆς ἔχει τὴν ζωὴν ἢ ἀλλαχόθεν. Καὶ εἰ μὲν ἐξ ἑαυτῆς, ζωὴ ἦν καὶ οὐ θάνατος. Εἰ δὲ ἀλλαχόθεν ἔσχε τὴν ζωήν, ἢ ἐκ τοῦ ἀγαθοῦ, καὶ πῶς ἀγαθὸς ὁ ζωώσας τὴν κακίαν; Εἰ δὲ ἐξ ἄλλου, οὐκ ἔσονται δύο, ἀλλὰ τρεῖς. Καὶ πάλιν· Ἡ ὕλη ἀφ' ἑαυτῆς ἦν ἄναρχος ἢ ἐξ ἄλλου ἐγένετο. Καὶ εἰ μὲν ἐξ ἄλλου ἐγένετο, οὐκ ἄναρχος. Εἰ δὲ ἄναρχος ἦν, πάντοτε εἶχε τὸ εἶναι καὶ οὐδέποτε ἔσχε τὸ μὴ εἶναι. Πῶς δὲ λέγετε αὐτὴν φθορὰν καὶ θάνατον; Ἡ γὰρ φθορὰ τὸ μὴ εἶναι παρέχει, ἡ δὲ ὕλη οὐκ ἔσχε ποτὲ τὸ μὴ εἶναι· ἀεὶ γὰρ ἦν, ὡς λέγετε. Πῶς οὖν, ὃ οὐκ ἔχει, δύναται δοῦναι; Καὶ πάλιν· Ἡ γένεσις καὶ ἡ φθορὰ ἐναντία. Ἡ μὲν γὰρ γένεσις ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή, ἡ δὲ φθορὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ εἶναι διάλυσις. Εἰ οὖν ἡ ὕλη καθ' ὑμᾶς φθορά, πῶς ποιεῖ καρποὺς καὶ γεννᾷ; Καὶ πάλιν· Ἡ φθορὰ ἡ παντελὴς καὶ ἑαυτὴν φθείρει· εἰ γὰρ ἑαυτὴν συνιστᾷ, οὐ παντελὴς φθορά. Εἰ δὲ καὶ ἑαυτὴν φθείρει, οὐκ ἔσται.