Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
64.1
Ἀγαθὸν λέγεται παρὰ τὸ ἄγαν θεῖν πάντα πρὸς αὐτό, ὃ καὶ φύσει ἐστὶν ἐραστὸν καὶ ἐφετόν, οὗ φυσικῶς πάντα ἐφίεται. Κακὸν δέ ἐστιν ἡ παρὰ φύσιν ἔφεσις, τουτέστιν ὅταν ἑτέρου τινὸς παρὰ τὸ φύσει ἐφετὸν ἐφιέμεθα. «Πάντων οὖν καὶ τῶν καλῶν καὶ τῶν κακῶν ἀρχὴ καὶ τέλος ἐστὶ τὸ ἀγαθόν· τοῦ γὰρ ἀγαθοῦ ἕνεκα πάντα, καὶ ὅσα ἀγαθὰ καὶ ὅσα ἐναντία· καὶ γὰρ καὶ ταῦτα πράττομεν τὸ ἀγαθὸν ποθοῦντες. Οὐδεὶς γὰρ εἰς τὸ κακὸν ἀποβλέπων ποιεῖ, ἅπερ ποιεῖ. Διὸ οὐδὲ ὑπόστασιν ἔχει τὸ κακόν, ἀλλὰ παρυπόστασιν, τοῦ ἀγαθοῦ ἕνεκα καὶ οὐχ ἑαυτοῦ γινόμενον·» πᾶν γὰρ γινόμενον ἢ δι' ἀγαθὸν γίνεται ἢ διὰ νομιζόμενον ἀγαθόν.

Intertext edge

Open linked passage

Note