Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
66.1
Εἴπατε οὖν ἡμῖν, ὦ Μανιχαῖοι· Ἡ ὕλη, ἣν λέγετε κακίαν καὶ σκότος καὶ φθορὰν καὶ θάνατον, ἄναρχον καὶ ἀίδιον, οὐσία ἦν ἢ συμβεβηκός; Καὶ εἰ μὲν οὐσία, ἢ σῶμα ἦν, οἷον γῆ, ὕδωρ, ἀήρ, πῦρ, ἢ ἀσώματον, οἷον θεός, ἄγγελος, ψυχή, ἢ ἐκ σώματος καὶ ἀσωμάτου σύνθετος. Καὶ εἰ μὲν σῶμα, ἀκίνητος ἦν· πᾶν γὰρ σῶμα ἄψυχον καὶ ἀκίνητον. Καὶ πῶς μὴ κινουμένη ἦλθεν εἰς τὰ ὅρια τοῦ φωτός; Ἢ πῶς ἔσχε κίνησιν; Ἢ ἀγαθὸς καὶ οὐκ ἀγαθὸς ὁ δεδωκὼς τῇ κακίᾳ κίνησιν ἢ ἄλλος ἔδωκεν αὐτῇ τὴν κίνησιν παρὰ τὸν ἀγαθόν, καὶ ἔσονται τρεῖς ἀρχαὶ καὶ οὐ δύο. Εἰ δὲ λέγετε, ὅτι ἀσώματος ἦν ἡ ὕλη, πόθεν τὸ σῶμα; Ἡ γὰρ ἀσώματος καὶ ἄναρχος οὐσία οὐ δύναται εἰς σῶμα τραπῆναι. Πόθεν οὖν ἡ ἀναρίθμητος τῶν σωμάτων πληθύς; Εἰ δὲ σύνθετον εἴπητε τὴν ὕλην ἐξ ἀσωμάτου καὶ σώματος, γνῶτε, ὅτι ἀδύνατον σύνθετον γενέσθαι εἰ μὴ ἐξ ἁπλῶν, ὥσπερ ἀδύνατον γενέσθαι δύο εἰ μὴ ἐκ μιᾶς καὶ μιᾶς καὶ ἀδύνατον γενέσθαι ἄνθρωπον εἰ μὴ ἐκ ψυχῆς καὶ σώματος καὶ ἀδύνατον γενέσθαι σῶμα εἰ μὴ ἐκ τῶν ἁπλῶν στοιχείων, τῆς γῆς καὶ τοῦ ὕδατος καὶ τοῦ ἀέρος καὶ τοῦ πυρός. Χρὴ οὖν πρῶτον εἶναι τὰ ἁπλᾶ καὶ τότε γενέσθαι ἐκ τῶν ἁπλῶν σύνθετον. Ἔσονται οὖν οὐ δύο ἀρχαί, ἀλλὰ τρεῖς. Οὕτως ἀδύνατον ἄναρχον εἶναι τὴν ὕλην. Καὶ εἰ σύνθετος ἐξ ἀσωμάτου καὶ σώματος, διὰ τί οὐκ ἐποίησε τὸν ἄνθρωπον ἐκ τῆς ἀσωμάτου αὐτοῦ φύσεως καὶ τοῦ σώματος;

Intertext edge

Open linked passage

Note