Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
67.1
«Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ.» «Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου.» Λαλήσω γὰρ ῥήματα οὐκ ἐμῆς καρδίας, ἀλλὰ τῶν ἐσκοτισμένων καὶ μεμιαμμένων Μανιχαίων. Ἀκούσατε, λαοί, φυλαί, γλῶσσαι, ἀκούσατε. Ἓν θέατρον γενέσθω σήμερον ὁ οὐρανὸς καὶ ἡ γῆ. Ἀκούσατε, τί λέγουσιν οἱ ἐπικατάρατοι Μανιχαῖοι, οἱ ἐσκοτισμένοι περὶ τὸ φῶς, τὸ στόμα τοῦ διαβόλου. Λέγουσιν, ὅτι ἡ ὕλη ἐπολέμησε μετὰ τοῦ θεοῦ καὶ ἀπέσπασε μέρος ἀπ' αὐτοῦ. Περιγραπτὸν λέγουσι τὸν θεόν, πολεμοῦντα καὶ πολεμούμενον καὶ λυπούμενον καὶ ἀποτεμνόμενον. Πολεμεῖται ὁ θεός; Ἀποκόπτεται ὁ θεός; Οἴμοι, οἴμοι, οὐκ ἀποκτενοῦμεν αὐτούς; Οὐ πυρὶ καταναλώσομεν; Τούτοις ὁμιλήσομεν; Τούτους εἰς κοινωνίαν δεξόμεθα; Ὁ κοινωνῶν αὐτοῖς ὅμοιος αὐτοῖς ἐστι καὶ τῆς μερίδος αὐτῶν ἔσται καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Ἀδελφοί, κοινωνία λέγεται· ἀποθάνωμεν καὶ μὴ δεξώμεθα εἰς κοινωνίαν τοὺς Μανιχαίους. Ἀποθάνωμεν, ἵνα ζήσωμεν· ὁ δεχόμενος αὐτοὺς εἰς κοινωνίαν Μανιχαῖός ἐστιν, ὅμοιος αὐτοῖς. Κρεῖττόν ἐστιν ἰουδαΐσαι καὶ Ἰουδαῖον ἀποθανεῖν ἤπερ κοινωνῆσαι τοῖς Μανιχαίοις. Ὦ ἀπὸ τῶν Μανιχαίων. Ἀκούσατε δὴ πρὸς θεοῦ, ὦ ἄνδρες, ἀκούσατε, τί φησιν ὁ θεώλεστος Μάνης. Οὐκ ἔστι, φησίν, ὁ κόσμος τοῦ θεοῦ, ἀλλὰ τοῦ διαβόλου. Ἀπαλλοτριῶσαι ἡμᾶς βούλονται τοῦ θεοῦ ἡμῶν. Καὶ ἐλυπήθη, φησίν, ὁ θεός, ὅτι ἀπεκόπη μέρος ἀπ' αὐτοῦ, καὶ ἐπόνησεν. Ἐὰν ἀπεκόπη μέρος ἐξ αὐτοῦ, φθαρτός ἐστι· πᾶν γὰρ τὸ τεμνόμενον φθαρτόν ἐστιν. Ἐσύλησε καὶ ἥρπαξε, φησίν, ἡ κακία μέρος ἀπὸ τοῦ θεοῦ καὶ διὰ τοῦτο πέμπει ὁ θεὸς καὶ συλᾷ καὶ ἁρπάζει τὸ μέρος τὸ συληθὲν ἀπ' αὐτοῦ. Λῃστὰς θεοῦ εἰσάγεις, ὦ θεώλεστε; Ἀλλὰ καὶ μηχανάς, φησίν, ἐποίησεν ὁ θεός, δώδεκα κάδους καὶ τὸν ἥλιον καὶ τὴν σελήνην, ἵνα λάβῃ τὸ ἴδιον. Εἶτα τί, ἵνα τι τελευταῖον γένηται, ἵνα πέμψῃ πῦρ ὁ ἀγαθὸς καὶ καύσῃ τὸν κόσμον καὶ ἀναλώσῃ πάντα καὶ ἀποκαταστήσῃ τὴν ὕλην κάτω εἰς τὸν τόπον αὐτῆς καὶ τὰς ψυχὰς τὰς μὴ δεξαμένας τὸν Μάνεντα; Ἀκούσατε, οἷα λέγει ὁ ἀντίδικος τοῦ θεοῦ, πόσην δύναμιν δίδωσι τῇ ὕλῃ· Καταβάλλει τοῦ θεοῦ τοῦ ὑψίστου τὴν δύναμιν. Πρῶτον μέν φησιν, ὅτι ἐσυλήθη καὶ ἐκλάπη. Ὢ ἀδυναμίας. Τὸν θεόν μου λέγεις ἀδύνατον; Ἀλλ' ἑκὼν παρεχώρησε. Πῶς οὖν ἐλυπήθη, εἰ μὴ ἐβιάσθη; Οὐδεὶς προδίδωσι τὰ ἑαυτοῦ ἑκουσίως καὶ λυπεῖται. Εἰ δέ, ἵνα μὴ κατακυριευθῇ ὁ τόπος αὐτοῦ, μὴ δυνηθεὶς ἄλλως περιγενέσθαι τῆς ὕλης, ἐλυπήθη, πῶς οὐκ ἀδύναμος; Εἶτα λυπεῖται, καὶ κολάζεται τὸ μέρος τὸ ἀπ' αὐτοῦ, καὶ τεχνάζεται καὶ μηχανὰς ποιεῖ, ἵνα λάβῃ τὸ ἴδιον, καὶ οὐδὲ ὅλον ἀπολαμβάνει τὸ ἴδιον· αἱ γὰρ ψυχαὶ αἱ μὴ ἀκολουθήσασαι τῷ Μάνεντι εἰς αἰῶνα κολάζονται· καὶ τελευταῖον ἡ ὕλη πάλιν ἐν τοῖς ἰδίοις τόποις στασιάσασα τὸν ἀγαθὸν καὶ θλίψασα, αὐτὴ δὲ μὴ θλιβεῖσα, ἀλλὰ τὸ ἔσχατον πρὸς τὸ ἴδιον παλινδρομήσασα μετὰ καὶ τῶν ψυχῶν τῶν μὴ πιστευσασῶν τῷ Μάνεντι. Ἀλλὰ τυχὸν καὶ πάλιν ἀναστήσεται.

Intertext edge

Open linked passage

Note