Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
69.1
Μανιχαῖος· Διὰ τί προγινώσκων ὁ θεὸς τὸν διάβολον, ὅτι ἔμελλε τρέπεσθαι ἐκ τοῦ ἀγαθοῦ εἰς τὸ κακὸν καὶ ἀποβάλλεσθαι τὸ ἀγαθὸν καὶ ἐν ἀνυπαρξίᾳ τοῦ ἀγαθοῦ εἶναι, ὅπερ ἐστὶ κακόν, ἐποίησεν αὐτόν; Ὀρθόδοξος· Εἰ προεγίνωσκεν αὐτόν, ὡς πάντως ἐσόμενον προεγίνωσκεν αὐτόν· ἡ γὰρ μὴ πάντως ἐσομένου πρόγνωσις οὐ πρόγνωσίς ἐστιν, ἀλλ' ἀγνωσία καὶ πλάνη. Μανιχαῖος· Θέλων ἐποίησεν αὐτὸν ὁ θεός; Ὀρθόδοξος· Ναί, θέλων. Μανιχαῖος· Καὶ διὰ τί ἠθέλησε ποιῆσαι αὐτὸν ἀγαθὸς ὤν, τὸν κακὸν ἐσόμενον; Ὀρθόδοξος· Ἐποίησεν αὐτὸν ὁ θεὸς καλόν· αὐτὸς δὲ ἑκουσίως ἐτράπη καὶ ἀπεβάλετο τὸ ἀγαθόν. Μανιχαῖος· Διὰ τί ἀπεβάλετο τὸ ἀγαθόν; Ὀρθόδοξος· Ὅτι αὐτεξούσιος ἐγένετο. Μανιχαῖος· Καὶ διὰ τί ἐποίησεν αὐτὸν αὐτεξούσιον καὶ τρεπτόν; Ὀρθόδοξος· Τρεπτὸν μὲν ἅπαν κτίσμα κατὰ φύσιν· ὧν γὰρ ἡ γένεσις ἀπὸ τροπῆς ἤρξατο, ταῦτα ἀνάγκη κατὰ φύσιν τρεπτὰ εἶναι. Ἦ οὐ τροπὴ ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγή; Μόνον οὖν φύσει ἄτρεπτον τὸ θεῖον ὡς ἄκτιστον καὶ ἀεὶ ὄν. Τὰ δὲ κτίσματα, ὅσα μὲν λογικά, ἐθελότρεπτα, τῷ θελήματι τρεπόμενα, τὰ δὲ λοιπὰ κατὰ σῶμα. Αὐτεξούσιον δέ, ὅτι οὐκ ἐξ ἀνάγκης· πᾶν γὰρ λογικὸν αὐτεξούσιον. Εἰς τί γὰρ τῷ λογικῷ χρήσηται μὴ ὢν αὐτεξούσιος; Ἢ πῶς ἐν ἀρετῇ γενήσεται ἢ ἀγαθὸς ἔσται μὴ ὢν αὐτεξούσιος; Τὸ γὰρ βίᾳ γινόμενον ἢ ἀνάγκῃ φύσεως οὐκ ἀρετή· ὅθεν οὐδὲ ἔχει ἀρετὴν τὰ ἄλογα. Τὸ δὲ διά τινα ῥαθυμίαν ἀνελεῖν τὴν τῶν ἀγαθῶν ἀρετήν, οὐ δικαίου. Μανιχαῖος· Ὤφειλεν οὖν τοὺς μέλλοντας ἐναρέτους ἔσεσθαι μόνους ποιῆσαι, ἵνα μόνον ᾖ τὸ ἀγαθὸν καὶ μόνη ἡ ἀρετὴ πολιτεύηται. Ὀρθόδοξος· Τέλειον ἀγαθὸν ὁ θεὸς μόνος, τῇ δὲ πρὸς αὐτὸν συγκρίσει πάντα ἀτελῆ, κατὰ τοῦτο ὄντα καὶ λεγόμενα ἀγαθά, καθ' ὅσον αὐτοῦ μετέχουσι, καὶ τῇ πρὸς ἄλληλα συγκρίσει. Ὅπερ γὰρ πλέον μετέχει τοῦ ἀγαθοῦ, πλέον ἀγαθὸν ἔστι τε καὶ λέγεται· ὅπερ δὲ ἔλαττον, ἔλαττον· ὅπερ δὲ οὐδ' ὅλως, ἀγαθὸν οὐδ' ὅλως. Τὸ δὲ οὐδ' ὅλως ἀγαθόν, παντελῶς κακόν. Καὶ αὐτὸ δὲ τὸ εἶναι, ἀγαθόν· ἐκ θεοῦ γὰρ τοῦ ἀγαθοῦ τὸ εἶναι, ὥστε ὢν ὁ διάβολος κατ' αὐτὸ τὸ εἶναι ἀγαθός ἐστι.