Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Μανιχαῖος· Εἶτα οὐδὲ κτίσας ὕστερον τὴν κτίσιν ἐτράπη δημιουργὸς γενόμενος; Ὀρθόδοξος· Οὐδαμῶς. Μανιχαῖος· Πῶς τοῦτο λέγεις; Ὀρθόδοξος· Ὅτι οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὴν κτίσιν προήγαγεν, ἀλλ' ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι θελήματι. Μανιχαῖος· Εἶτα ὅτε ἠθέλησε γενέσθαι τὴν κτίσιν, οὐκ ἐτράπη θελήσας, ὅπερ οὐκ ἤθελε πρότερον; Ὀρθόδοξος· Οὐδαμῶς· οὐ γὰρ πρότερον μὴ θέλων ὕστερον ἠθέλησεν, ἀλλ' ἀεὶ ἤθελεν ἐν τῷ ὑπ' αὐτοῦ ὡρισμένῳ καιρῷ γενέσθαι τὴν κτίσιν.