Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
70.1
Μανιχαῖος· Διὰ τί λέγει ὁ κύριος· «Καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος;» Ὀρθόδοξος· Ἐπειδὴ τῷ μὲν ἀγαθῷ πρέπει τὸ διδόναι τὰ ἀγαθά, τῷ δὲ λαμβάνοντι αἰσχύνη καὶ ὄνειδος τὸ μὴ φυλάξαι, ἃ ἔλαβεν ἀγαθά, οὐ διὰ τὸν διδοῦντα, ἀλλὰ δι' ἑαυτὸν καὶ τὴν ἑαυτοῦ ῥαθυμίαν. Καὶ ὁ θεὸς οὐ δύναται μὴ παρέχειν τὰ ἀγαθὰ ἀγαθὸς ὤν, τουτέστιν οὐ θέλει· ὁ δὲ μὴ θέλων λαβεῖν αὐτὸς ἑαυτοῦ αἴτιος, ἑαυτῷ τὸ μὴ λαβεῖν κρεῖττον ποιῶν τοῦ λαβεῖν. Οὐ δίκαιον οὖν οὐδὲ καλόν, διὰ τὸ μὴ θέλειν τοῦτον λαβεῖν κωλυθῆναι τὸν ἀγαθὸν τοῦ εὖ ποιεῖν καὶ διδόναι τὰ ἀγαθά. Οὕτω γὰρ ἂν ἡ κακία ἐνίκα τὸ ἀγαθόν, εἰ ὁ θεὸς ἀγαθότητι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, τὸ δὲ κακὸν ἔσεσθαι ἐξ ἀγαθοῦ ἑκουσίως τρεπόμενον ἐκώλυσε τὴν ἀγαθὴν τοῦ ἀγαθοῦ δημιουργίαν. Διὸ οὐκ εἶπεν ὁ κύριος· Συνέφερεν, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος, ἀλλά· «Συνέφερε τῷ ἀνθρώπῳ ἐκείνῳ.» Καλὸν μὲν καὶ κατὰ φύσιν καὶ κατὰ τὸ δίκαιον τὸν ἀγαθὸν εὖ ποιεῖν καὶ διδόναι τὰ ἀγαθά, ὁ δὲ λαβὼν καὶ μὴ φυλάξας ἐπονείδιστον ἑαυτῷ τὸ λαβεῖν ἐποίησεν· αὐτὸς γὰρ ὁ μὴ θέλων τὸ ἀγαθὸν καί, ὃ ἔχει ἀγαθόν, οὐ θέλει οὐδὲ ἥδεται. Τὸ μὲν γὰρ εἶναι οὐκ ἐφ' ἡμῖν, ἀλλ' ἐκ θεοῦ μόνου, τὸ δὲ ἀγαθὸν εἶναι ἐκ θεοῦ καὶ ἐξ ἡμῶν. Ὁ θεὸς οὖν, ὅπερ αὐτοῦ ἐστι, δίδωσι τὸ εἶναι καὶ τὸ εὖ εἶναι, ἡμεῖς δέ, ὅπερ ἐφ' ἡμῖν ἐστι, τὸ φυλάξαι τὰ δοθέντα ἀγαθά, ἢ ποιοῦμεν ἢ οὔ. Ὅπερ δὲ μόνου θεοῦ ἐστι, καὶ θελόντων καὶ μὴ θελόντων ἡμῶν αὐτὸς δίδωσιν ὡς ἀγαθός, ἵνα κἂν ποσῶς ᾖ ἐν ἡμῖν τὸ ἀγαθόν.