Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
71.1
Ὁ θεὸς καὶ τῷ διαβόλῳ ἀεὶ παρέχει τὰ ἀγαθά, ἀλλ' ἐκεῖνος οὐ θέλει λαβεῖν. Καὶ ἐν τῷ μέλλοντι αἰῶνι πᾶσι δίδωσιν ὁ θεὸς τὰ ἀγαθά· πηγὴ γάρ ἐστι τῶν ἀγαθῶν πᾶσι βρύουσα τὴν ἀγαθότητα, ἕκαστος δέ, καθὼς ἑαυτὸν κατεσκεύασε δεκτικόν, μετέχει τοῦ ἀγαθοῦ. Ἐνταῦθα μὲν οὖν περὶ ἄλλα τὴν ὄρεξιν ἔχοντες καὶ ἐπιτυγχάνοντες κἂν ποσῶς ἡδώμεθα, ἐκεῖσε δέ, ὅταν «ὁ θεὸς εἴη τὰ πάντα ἐν πᾶσι», μὴ βρώσεως οὔσης, μὴ πόσεως μηδέ τινος σαρκικῆς ἡδονῆς μηδέ τινος ἀδικίας οἱ μηδὲ τὰς συνήθεις ἡδονὰς ἔχοντες μηδὲ τῶν ἐκ θεοῦ δεκτικοὶ ὄντες ὀδυνῶνται ἀνηκέστως, οὐ τοῦ θεοῦ κόλασιν ποιήσαντος, ἀλλὰ ἡμῶν ἑαυτοῖς τὴν κόλασιν εὐτρεπισάντων, ἐπεὶ οὐδὲ θάνατον ὁ θεὸς ἐποίησε, ἀλλ' ἡμεῖς ἑαυτοῖς τοῦτον ἐπεσπασάμεθα. Φύσει μὲν γὰρ πᾶν σύνθετον διαλύεται, ἀλλ' ὅσον θεῷ διὰ θεωρίας ἥνωτο ὁ Ἀδάμ, ἐν ἑαυτῷ εἶχε τὴν ζωὴν ὑπὲρ φύσιν ζωοποιοῦσαν τὴν θνητὴν αὐτοῦ φύσιν. Ὅτε δὲ ἀπέστη τῆς πρὸς τὴν ζωὴν ἤγουν τὸν θεὸν ἑνώσεως, ἦλθεν ἐκ τῆς ὑπὲρ φύσιν ἀφθαρσίας εἰς τὴν κατὰ φύσιν τοῦ συνθέτου διάλυσιν, ὅπερ ἐστὶ θάνατος.