Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
74.1
Μὴ οὖν κρίνωμεν τὸν θεόν· οὐ γὰρ οἴδαμεν τὴν βουλὴν αὐτοῦ. «Τίς γὰρ ἔγνω νοῦν κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Οὐ γὰρ πᾶσαν τὴν βουλὴν αὐτοῦ ἀπεκάλυψεν ἡμῖν, ἀλλ' ὅπερ συνέφερεν ἡμῖν γνῶναι· ὅπερ δὲ οὐ συνέφερεν ἡμῖν γνῶναι, ἀπέκρυψε. Μὴ οὖν εὐθύνωμεν τὸν θεόν· αὐτὸς γάρ ἐστιν ὁ κριτὴς καὶ αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν, καὶ οὐκ ἔστιν ἀγαθόν, εἰ μὴ ὃ αὐτὸς βούλεται, ὥσπερ οὐκ ἔστι φῶς εἰ μὴ τὸ ἐκ τοῦ ἡλίου πηγαζόμενον.

Intertext edge

Open linked passage

Note