Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
76.1
Ὑμεῖς δὲ εἴπατε ἡμῖν· Τί ἐστι παντοκράτωρ; Πάντως ὁ πάντων κρατῶν· φησὶ γὰρ ὁ ἀπόστολος· «Ὁ δὲ πάντα κατασκευάσας θεός.» Καὶ πῶς παντοκράτωρ ὁ θεὸς μὴ κρατῶν τῆς ὕλης καὶ τῆς κακίας; Ἢ πῶς δημιουργὸς μὴ αὐτὸς δημιουργήσας τὴν ὕλην; Ἢ πῶς θεὸς ἀτελὴς ὢν καὶ ἐλλιπῆ ἔχων τὴν δύναμιν; Διὰ τί γὰρ οὐκ ἀνεῖλε καὶ ὑπέταξε τὴν ὕλην, ἀλλ' εἴασεν αὐτὴν στασιάζουσαν καὶ μέχρι ῥοπῆς καιροῦ; Εἰ μὲν μὴ βουληθείς, οὐκ ἀγαθός· οὐκ ἀγαθοῦ γὰρ οὐδὲ δικαίου τὸ ἐφησυχάζειν τοῖς ἁμαρτάνουσιν. Εἰ δὲ μὴ δυνηθείς, θεὸς ἀδύνατος μὴ εἴη θεός· οὐ γὰρ δύνασθε εἰπεῖν, καθὼς ἡμεῖς ἔφημεν περὶ τοῦ γενέσθαι καὶ εἶναι τὸν διάβολον, ὅτι αὐτὸ τὸ εἶναι αὐτὸν ἀγαθόν ἐστιν. Ἡμεῖς γὰρ ἐκ τοῦ ἀγαθοῦ διδόντες αὐτῷ τὸ εἶναι ἀγαθὸν τὸ εἶναι αὐτὸν δικαίως εἴποιμεν· τὸ γὰρ ἐκ τοῦ ἀγαθοῦ διδόμενον ἀγαθόν ἐστιν. Ὑμεῖς δὲ οὐκ ἐκ τοῦ ἀγαθοῦ διδόντες τῇ ὕλῃ ὕπαρξιν, ἀλλὰ καὶ κακὴν ταύτην λέγοντες καὶ φύσει κακὴν καὶ παντελῶς ἀμέτοχον ἀγαθοῦ οὐκ ἀγαθὸν δυνήσεσθε εἰπεῖν τὸ εἶναι αὐτήν. Οὐκοῦν ἢ οὐκ ἀγαθὸς ἢ οὐ δυνατὸς ὁ θεὸς καθ' ὑμᾶς μὴ ἐξ ἀρχῆς αὐτὴν ἀνελών. Καὶ πάλιν· Εἰ ἐκ τῆς οὐσίας τοῦ ἀγαθοῦ καὶ τῆς οὐσίας τοῦ κακοῦ τὰ πάντα, οὐδὲ ὁ ἀγαθὸς καὶ δημιουργὸς οὐδὲ ὁ πονηρός, ἀλλὰ πατέρες τῶν ὄντων. Καὶ πάλιν· Εἰ ἡ κακία ἐναντία τῷ ἀγαθῷ ὡς ὂν ὄντι καὶ ἀρχὴ ἀρχῇ καὶ οὐσία οὐσίᾳ καί, καθ' ὑμᾶς εἰπεῖν, θεὸς θεῷ, ἐν ἡμῖν δέ ἐστι ποιῆσαι τὸ ἀγαθὸν καὶ κακόν, ἐν ἡμῖν ἐστι δοῦναι τὰ νικητήρια τῷ ἀγαθῷ ἢ τῷ πονηρῷ, καὶ ἡμεῖς ἐσμεν αἴτιοι τῆς ἐπικρατείας ἑκατέρου.