Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
78.1
Προνοεῖται ὁ θεὸς κατὰ τὴν αὐτοῦ πρόγνωσιν τῶν ἁπάντων. Καὶ δοκεῖ μὲν ἡμῖν τοῖς μὴ εἰδόσι μηδὲ τὰ μέλλοντα μηδὲ τὰ προγεγονότα μηδὲ πάντα τὰ ἐνεστῶτα ἀνώμαλος ἡ κυβέρνησις αὐτοῦ, ὁμαλὴ δέ ἐστι καὶ ἀγαθὴ καὶ δικαία τῷ ὄντι. Προγινώσκων γὰρ τὰ ἐφ' ἡμῖν ὡς ὄντα τὰ ἐσόμενα δικαίως, ὡς αὐτὸς θέλει καὶ βούλεται, κρίνει· οὐ γάρ, ὡς ὁρᾷ ἄνθρωπος, ὄψεται ὁ θεός. «Ἄνθρωπος γὰρ εἰς πρόσωπον ὁρᾷ, θεὸς δὲ εἰς καρδίαν.» Ἡμεῖς καὶ τὸ ὑπὸ πάντων κρινόμενον δίκαιον πολλάκις ἄδικον ὁρῶμεν διὰ πρόληψιν κακίας καὶ διὰ τὸ μὴ τὸ αὐτὸ πᾶσιν ἀρεστὸν εἶναι· οὐ γὰρ τὸ αὐτὸ πᾶσιν ἀρεστόν, ἀλλ' ἕτερον ἑτέρῳ. Κρίνει δὲ ὁ θεὸς οὐκ ἐκ μεταμελείας ἢ ἐπιγνώσεως, ἀλλ' ἐκ προγνώσεως. Προεγνωκὼς γὰρ ὁ θεὸς τὰ πάντα πρὶν γενέσεως αὐτῶν προώρισεν ἑκάστῳ δικαίως καὶ προνοητικῶς καὶ συμφερόντως κατάλληλα τοῖς ἐφ' ἡμῖν τὰ οὐκ ἐφ' ἡμῖν. Ἄλλο γάρ ἐστι γνῶσις καὶ ἄλλο πρόγνωσις καὶ ἄλλο ἐπίγνωσις καὶ ἄλλο ὁρισμὸς καὶ ἄλλο προορισμός. Γνῶσις μὲν γάρ ἐστι τὸ εἰδέναι τὰ ὄντα ἢ τὰ γινόμενα, πρόγνωσις δὲ τὸ εἰδέναι τὰ ἐσόμενα πρὶν γενέσεως αὐτῶν, ἐπίγνωσις δέ ἐστιν ἡ μετὰ ψευδῆ γνῶσιν ἐπιγινομένη ἀληθὴς γνῶσις· καὶ ὁρισμὸς μέν ἐστι κρίσις καὶ ἀπόφασις ἐπὶ τοῖς γεγενημένοις, προορισμὸς δὲ κρίσις καὶ ἀπόφασις ἐπὶ τοῖς ἐσομένοις.