Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
79.1
Προειδὼς οὖν ὁ θεὸς τὰ ἐσόμενα ὑφ' ἡμῶν ἑκουσίως ἤγουν τὰ ἐφ' ἡμῖν, ἀρετήν φημι καὶ κακίαν, προορίζει τὰ οὐκ ἐφ' ἡμῖν. Καὶ ἡ μὲν προγνωστικὴ δύναμις τοῦ θεοῦ οὐκ ἐξ ἡμῶν ἔχει τὴν αἰτίαν, τὸ δὲ προγνῶναι, ἃ μέλλομεν ποιεῖν, ἐξ ἡμῶν· εἰ γὰρ μὴ ἐμέλλομεν ποιεῖν, οὐδὲ αὐτὸς προεγίνωσκε τὸ μὴ ἐσόμενον. Καὶ ἡ μὲν πρόγνωσις τοῦ θεοῦ ἀληθής ἐστι καὶ ἀπαράβατος, ἀλλ' οὐκ αὐτή ἐστιν ἡ αἰτία τοῦ γενέσθαι πάντως τὸ ἐσόμενον, ἀλλ', ὅτι μέλλομεν ποιεῖν τόδε ἢ τόδε, προγινώσκει. Προγινώσκει δὲ πολλά, ἃ οὐκ ἔστιν αὐτῷ ἀρεστά, καὶ οὐκ αὐτὸς αἴτιος τούτων. Ὡς οὐδὲ ἰατρὸς αἴτιος τῆς νόσου, εἰ προγνῶ, ὅτι μέλλει τις νοσεῖν, ἀλλὰ τὸ μὲν νοσῆσαι ἄλλης αἰτίας τῆς ποιούσης τὴν νόσον, ἡ δὲ πρόγνωσις τοῦ ἰατροῦ τῆς ἐν αὐτῷ τέχνης· οὕτω καὶ τὸ ἐσόμενον ὑφ' ἡμῶν οὐκ ἐκ τοῦ θεοῦ τὴν αἰτίαν ἔχει, ἀλλὰ τὸ αὐτεξούσιον ἡμῶν θέλημα· οὐ κακὸν δὲ τὸ αὐτεξούσιον, εἰ, ὡς ἐδόθη ἡμῖν καὶ ἐφ' ᾧ ἐδόθη, χρησόμεθα αὐτῷ. Τὸ δὲ προγνῶναι τὸν θεὸν τῆς προγνωστικῆς αὐτοῦ δυνάμεως. Ἀλλ' οὐδὲ αἱ τιμωρίαι ἡμῶν τὸν θεὸν ἔχουσιν αἴτιον. Οὐ γὰρ ὁ κριτής ἐστι τῆς τιμωρίας τοῦ πονηροῦ αἴτιος, εἰ καὶ αὐτὸς θέλων κρίνει, ἀλλ' αἴτιος μέν ἐστιν ὁ πταίσας τῆς ἑαυτοῦ τιμωρίας, ὁ δὲ κριτὴς τῆς δικαιοσύνης αἴτιος· ἀγαθὸν δὲ ἡ δικαιοσύνη. Εἰ γὰρ θέλων κρίνει, ἀλλ' οὐ κατὰ προηγούμενον θέλημα, ἀλλὰ κατὰ τὸ ἑπόμενον. Προηγούμενον οὖν ἐστι θέλημα, ὅπερ τις ἀφ' ἑαυτοῦ θέλει, ἑπόμενον δέ, ὅπερ ἐκ τῆς τῶν γινομένων αἰτίας· προηγουμένως γὰρ ἐξ ἑαυτοῦ «θέλει ὁ θεὸς πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν». Ἁμαρτανόντων δὲ ἡμῶν θέλει παιδεύεσθαι ἡμᾶς πρὸς τὸ συμφέρον. Καὶ τὸ μὲν προηγούμενον θέλημα τοῦ θεοῦ τῆς ἀγαθότητός ἐστι, τὸ δὲ ἑπόμενον τῆς δικαιοσύνης αὐτοῦ.