Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
80.1
Ὅτι δὲ προώρισεν ὁ θεὸς τὰ πάντα κατὰ τὴν πρόγνωσιν αὐτοῦ, οὕτως γνωσόμεθα. Ἄτρεπτον τὸ θεῖον καὶ οὐκ ἐξ ἐπιγνώσεως κρῖνον, ἀλλ' ἐκ προγνώσεως. Εἰ οὖν καθ' ἡμέραν κρίνει καὶ ὁρίζει, καθ' ἡμέραν γινώσκει τὸ γινόμενον καί, ὥς τινές φασι, καὶ μεταμελεῖται καὶ προστίθησιν ἔτη ζωῆς, μὴ εἰδότες, τί φασιν. Εἰ γὰρ μεταμελεῖται καὶ προστίθησι, τρεπτὸν ἔχει καὶ τὸ θέλημα καὶ τὴν γνῶσιν, καὶ τοῦτο ἀνάξιον τοῦ θεοῦ. Εἰ δὲ λέγεται προστεθεικέναι τῷ Ἐζεκίᾳ κατὰ τὴν γραφήν, ἀλλ' οὐκ ἀγνοῶν οὐδὲ μὴ προορίσας προσέθηκεν, ἀλλ' αὐτὸς μὲν καὶ προέγνω καὶ προώρισε τὰ κατὰ τὸν Ἐζεκίαν· προνοητικῶς δὲ ἐσχηματίσατο οἰκονομῶν τὴν σωτηρίαν ἡμῶν, ἵνα δείξῃ, πόσον δύναται ἡ μετάνοια. Μεταμελεῖσθαι δὲ λέγεται ἐκ τῶν καθ' ἡμᾶς. Ἡ γὰρ γραφὴ ἀνθρωπικώτερον περὶ θεοῦ διαλέγεται πρὸς τὴν νηπιότητα τῶν ἀκουόντων. Ὥσπερ γὰρ λέγεται· «Ἵνα τί ὑπνοῖς, κύριε;»– οὐχ ὑπνοῖ δὲ ὁ θεός, ἀλλὰ τὴν ἀνοχὴν καὶ τὴν μακροθυμίαν αὐτοῦ καὶ τὴν ὑπέρθεσιν τῆς βοηθείας αὐτοῦ ὕπνον ἐκάλεσε· παρ' ἡμῖν γὰρ οἱ ὑπνοῦντες οὐ βοηθοῦσιν–, οὕτω καὶ μεταμέλειαν· ἡμεῖς γάρ, ὅταν δῶμέν τινι πλοῦτον καὶ κακῶς ἐκεῖνος χρήσηται αὐτῷ, μεταμελούμεθα. Οὕτως τοῦ θεοῦ τὸν ἄνθρωπον ποιήσαντος καὶ τὸν Σαοὺλ χρίσαντος εἰς βασιλέα καὶ ἁμαρτησάντων αὐτῶν μεταμελεῖσθαι λέγεται, οὐ τοῦ θεοῦ μεταμεληθέντος– προῄδει γὰρ τὸ ἐσόμενον–, ἀλλὰ τούτων ἄξια μεταμελείας πραξάντων. Ἀγωνισώμεθα οὖν ποιῆσαι τὸ ἀγαθὸν καὶ ἀγαθοὶ γενέσθαι, ἵνα ὦμεν τῶν προεγνωσμένων ἀγαθῶν καὶ προωρισμένων εἰς ζωὴν αἰώνιον.

Intertext edge

Open linked passage

Note