Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
81.1
Ἰστέον δέ, ὡς ἀγαθὸν μέν ἐστι τάξις ἀρίστη ἑκάστῳ τὸ κατὰ φύσιν οἰκεῖον διασῴζουσα– ταυτὸν δέ ἐστι καὶ ἀρετή–, κακία δὲ ἡ τῆς τάξεως λύσις ἤγουν ἀταξία. Δισσῶς δὲ τὸ ἀγαθὸν λέγεται· ἢ τὸ ὄντως ἀγαθὸν ὡς ἡ ῥηθεῖσα τάξις ἢ καὶ τὸ δοκοῦν ἀγαθόν, ἡ κατ' αἴσθησιν ἡδονὴ παρὰ τὴν προειρημένην τάξιν, ὅπερ οὐκ ἀγαθόν ἐστιν, ἀλλὰ μᾶλλον κακόν. Καὶ ἡ κακία δὲ δισσῶς λέγεται· ἢ τὸ ὄντως κακόν, τουτέστι τὸ παρὰ τὴν φυσικὴν τάξιν γινόμενον καὶ παρὰ τὸν νόμον τοῦ κτίσαντος κατ' οἰκείαν γνώμην– φυσικὴ γὰρ τάξις ἡ ὑπακοὴ τοῦ κτίσαντος, ἀταξία δὲ ἡ παρακοή– ἢ τὸ δοκοῦν κακόν, τὸ κατ' αἴσθησιν λυπηρὸν καὶ ἡμῖν ἐπίπονον ὡς ἡ παιδεία, ἥτις μᾶλλον ἀγαθόν ἐστι καὶ συμφέρον πρὸς τὴν κατὰ φύσιν ἐπανάγουσα τάξιν. Καὶ λέγονται τὰ μὲν ἑκούσια κακά, τὰ ὄντως κακά, τὰ εἴδη τῆς ἁμαρτίας, τὰ δὲ ἀκούσια, τὰ ἐπίπονα.