Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
83.1
Φυσικὴ δὲ τάξις τὸ ἐφίεσθαι τῆς παρὰ θεοῦ δόξης, τὸ δὲ τῆς παρ' ἀλλήλων δόξης ἐφίεσθαι παρὰ φύσιν· θεῷ γὰρ μόνῳ τῷ φύσει δοξαστῷ πρέπει ἡ παρὰ πάντων τῶν κτισμάτων αὐτοῦ δόξα, ἡμῖν δὲ τὸ ταπεινοῦσθαι θεῷ ὡς δημιουργῷ καὶ ἀλλήλοις διὰ τὸν νόμον τοῦ κτίσαντος. Τοῦτο γὰρ τῆς πρὸς θεὸν ἀγάπης καὶ τῆς πρὸς τὸν πλησίον τεκμήριον, ὃς νόμος θεοῦ ἐστιν· «Ἀγαπήσεις γὰρ κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν», καὶ «πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». Ὥστε τὸ ἀγαπᾶν τὴν παρ' ἀλλήλων δόξαν ἀπιστίαν συνίστησιν. «Οὐ δύνασθε» γάρ, φησί, «πιστεύειν εἰς ἐμὲ δόξαν παρ' ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τοῦ μόνου θεοῦ οὐ ζητοῦντες.» Πάλιν· Ἡ σωματικὴ ἡδονή, βρῶσις καὶ πόσις καὶ τὰ λοιπὰ κατὰ τὴν φυσικὴν χρῆσιν καὶ τὸν νόμον τοῦ κτίσαντος λαμβανόμενα καλά, παρὰ δὲ τὸν νόμον τοῦ θεοῦ καθ' ἡμετέραν γνώμην καὶ παράχρησιν γινόμενα κακά· οἷον βρῶσις καὶ πόσις, ὅσον πρὸς τὸ ζῆν καὶ σύστασιν τοῦ σώματος, καλά, ὁμοίως καὶ ὁ ὕπνος καὶ ἡ τῆς γυναικὸς χρῆσις, τὸ εἰδέναι τὸ ἴδιον σκεῦος, καλόν, τὸ δὲ πρὸς ἡδονὰς ἀλόγους κεχρῆσθαι βρώσει καὶ πόσει καὶ γυναιξὶν ἀδιαφόρως ἀλόγων δίκην πονηρόν.