Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
85.1
Διὰ οὖν τὴν κενὴν δόξαν καὶ διὰ τὴν ἄμετρον βρῶσιν καὶ πόσιν καὶ τὰς πορνείας ἡ φιλαργυρία, τὸ τούτων ἔρεισμα, φθόνοι τε καὶ ἔριδες καὶ πονηρίαι καὶ ψεῦδος καὶ συκοφαντίαι καὶ ἁρπαγαὶ καὶ φόνοι καὶ τὸ πρὸς τὸν πλησίον μῖσος. «Διὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη ἡ ἀγάπη τῶν πολλῶν.» Πολλοὺς δὲ ἔφη τοὺς κεχρημένους τῇ ἀνομίᾳ. Ἐκ τῶν φυσικῶν οὖν ἔρχονται τὰ παρὰ φύσιν τοῦ διαβόλου προσβάλλοντος.