Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Manichaeos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
86.1
Πρὸς πάντα ταῦτα δύο δὲ ἡμῖν τρόποι μέγιστοι πρὸς βοήθειαν, τὸ βιάζεσθαι ἑαυτούς– ἔνδειγμα γὰρ ἀγάπης πρὸς τὸν θεὸν ἡ βία– καὶ ἡ προσευχή· ἔνδειγμα γὰρ ταπεινώσεως ἡ προσευχή. Ἐπιγινώσκοντες γὰρ τὴν οἰκείαν ἀσθένειαν τὴν τοῦ θεοῦ ἐπικαλούμεθα δύναμιν. Δεῖ δὲ εἰδέναι, ὅτι καὶ τὸ μὴ κρίνειν λυτροῦται ἀπὸ ἁμαρτίας· τὸ γὰρ μὴ κρίνειν ταπεινώσεως σημεῖον. Οὐδὲν οὕτως προσκαλεῖται τὴν τοῦ θεοῦ βοήθειαν ὡς ἡ ταπείνωσις. «Ἴδε» γάρ, φησί, «τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῆς βίας μου καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου,» καὶ «ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με,» δηλονότι ἐκ τοῦ πολεμοῦντός με ἐχθροῦ καὶ τῆς ἁμαρτίας καὶ ἀφροσύνης μου. Συμβάλλεται δὲ πρὸς ἀρετὴν καὶ ἡ μετὰ ἐναρέτων διαγωγή– μιμητικὸν γὰρ ζῷον ὁ ἄνθρωπος– καὶ τὸ ἀπέχεσθαι τῆς κατ' αἴσθησιν ὁμιλίας τῶν ἐρεθιζόντων· ὅσον γὰρ ἀπὸ ὀφθαλμῶν, τοσοῦτον καὶ ἀπὸ καρδίας. Δι' αὐτῶν γὰρ ἡ μνήμη τῶν αἰσθητῶν τῇ ψυχῇ γίνεται. Πρόκειται δὲ ἡμῖν, χωρίσαι τὸν νοῦν τῆς μνήμης τῶν αἰσθητῶν, ἵνα κούφῳ πτερῷ πρὸς τὸν νοητὸν ἀναπτῇ ἥλιον καὶ τῷ ἀπροσίτῳ καὶ ἀμηχάνῳ αὐτοῦ κάλλει καταυγασθῇ. Παχύνεται γὰρ νοῦς ὑπὸ τῆς μνήμης τῶν αἰσθητῶν καὶ πρὸς αὐτὰ καθέλκεται καὶ ἀφίσταται τῆς κατανοήσεως καὶ ἀπολαύσεως τοῦ νοητοῦ κάλλους· «οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν.» Ἔθει κατορθοῦσιν οἱ ἄνθρωποι πᾶσαν τέχνην καὶ ἐπιμονῇ καὶ βίᾳ. 87 Διὰ βίας οὖν τῆς ἐξ ἀγάπης γινομένης καὶ προσευχῆς τῆς ἐκ ταπεινώσεως καὶ ἀποφυγῆς τῶν αἰσθητῶν καὶ τοῦ φυγεῖν τὴν τῶν ἀμελεστέρων συνοίκησιν καὶ τοῦ μὴ κρίνειν καὶ ταπεινώσεως καὶ τῆς τῶν ἐναρέτων συναναστροφῆς καὶ ὑπακοῆς τὴν ἑαυτῶν σωτηρίαν κατεργασώμεθα, μὴ κρύπτοντες τοὺς λογισμοὺς καὶ τὰ ἐν ἡμῖν πάθη. Πᾶν γὰρ κρυπτὸν φαῦλον, τὸ δὲ φανερούμενον φῶς ἐστιν. Οὐ γὰρ γεννᾷ ὄφις ἐν ἡλίῳ, ἀλλ' ἐν φωλεοῖς, οὐδὲ σπόρος αὐξάνει ὑπὲρ γῆς κείμενος, ἀλλ' ὑπὸ γῆν κρυπτόμενος. Οὕτω καὶ οἱ πονηροὶ λογισμοὶ μὴ δημοσιευόμενοι καρποφοροῦσιν εἰς φθορὰν καὶ οἱ ἀγαθοὶ εἰς ζωὴν αἰώνιον. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ ἡ δόξα ἅμα τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ καὶ ὁμοουσίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note