Contra Manichaeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1
Ὅτι δὲ οὐδὲ κατὰ ἀξίωμα καὶ κράτος ἔσονται δύο ἀρχαί, οὕτω γινώσκομεν. Δύο μόνων ὄντων, θεοῦ καὶ ὕλης, ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐκράτει καὶ ἦρχεν ἢ οὐδεὶς οὐδενὸς ἦρχεν ἢ καὶ ἄλλα ἦσαν τὰ ὑποτασσόμενα καὶ κυριευόμενα ὑπὸ τῶν δύο ἀρχῶν συναΐδια αὐταῖς καὶ οὐ δύο μόνον ἔσονται, ἀλλὰ πλείονα– δύο μὲν τὰ ἄρχοντα, ἕτερα δὲ τὰ ἀρχόμενα– ἢ, εἰ μὴ ἦσαν τὰ ἀρχόμενα συναΐδια ταῖς ἀρχαῖς, ἦν ποτε χρόνος, ὅτε οὐκ ἦσαν ἀρχαί. Μανιχαῖος· Εἶτα καὶ τῷ σῷ θεῷ οὐ τὰ αὐτὰ συμβήσεται; Ἢ γὰρ συναΐδιος αὐτῷ ἦν ἡ ὑποχείριος αὐτοῦ κτίσις ἢ ἦν καιρός, ὅτε οὐκ ἦρχεν. Ὀρθόδοξος· Οὐχ οὕτως· ἡ μὲν γὰρ κτίσις οὐ συναΐδιος αὐτῷ, ἀεὶ δὲ καὶ κύριος ἦν καὶ ἔσται τοῦ εἶναι ἐξουσιάζων ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων οὐσίας τῷ λόγῳ αὐτοῦ καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. Οὔτε δὲ ὁ λόγος αὐτοῦ προφορικός, ἀλλ' οὐσιώδης καὶ ἐνυπόστατος, οὔτε τὸ στόμα αὐτοῦ μέλος σωματικὸν οὔτε τὸ πνεῦμα αὐτοῦ πνοὴ λυομένη, ἀλλ' ὑπερούσια πάντα τὰ τοῦ ὑπερουσίου, εἰ καὶ ἡμεῖς ἐκ τῶν καθ' ἡμᾶς κατανοοῦμεν τὰ ὑπὲρ ἡμᾶς.