Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1
Ὁ μακάριος Παῦλός φησι· «Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.» Εἴπατε, τίς «ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων», ὃς «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών»; Ἄνθρωπος οὐκ ἔστιν ἐν μορφῇ θεοῦ· οὐκ ἐν φύσει θεοῦ γὰρ ὁ ἄνθρωπος. Φύσιν γὰρ τὴν μορφὴν οἶδεν ὁ σύμπας τῶν ἁγίων χορός. Καὶ δοῦλος οὐ κενοῖ ἑαυτὸν μορφὴν δούλου λαμβάνων. Πῶς γὰρ λαμβάνει, ὅπερ ἐστί; Καὶ πῶς ἄνθρωπος ἀνθρώποις ὁμοιοῦται ἢ ὑπήκοος τῷ θεῷ γενόμενος ταπεινοῖ ἑαυτόν; Ἄνθρωπος γὰρ μᾶλλον ὑψοῦται ὑπήκοος τῷ θεῷ γινόμενος καὶ ἴσος τῷ θεῷ καθιστάμενος ἁρπαγμὸν ἡγεῖται. Ὥστε περὶ τοῦ φύσει υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ ταῦτα εἴρηται, ὅτε γέγονεν ἄνθρωπος. Οὐ γὰρ ἄνθρωπος ὢν πρότερον ὕστερον θεὸς ἐχρημάτισεν– οὕτω γὰρ ἁρπαγμὸν ἡγήσατο–, ἀλλὰ θεὸς ὢν ἀπ' ἀρχῆς ὕστερον γέγονεν ἄνθρωπος. Καὶ ὡς μὲν θεὸς ὢν κατὰ φύσιν ταπεινοῖ ἑαυτὸν γενόμενος ἄνθρωπος· ὡς δὲ γενόμενος ἄνθρωπος ὑπερυψοῦται τῷ «ὑπὲρ πᾶν ὄνομα» ὀνόματι τοῦ υἱοῦ τοῦ θεοῦ. Ὁ αὐτὸς γὰρ ἦν καὶ ἔστιν υἱὸς θεοῦ καὶ θεὸς κατὰ φύσιν καὶ υἱὸς ἀνθρώπου ἐγένετο καὶ ἄνθρωπος κατὰ φύσιν· οὕτω γὰρ ὁ θεῖος ἀπόστολος ἀπεφήνατο. Οὐ γὰρ εἶπεν· Ἄνθρωπος ὢν ἐγένετο θεός, ἀλλ' «ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ»· οὐχ ὑψοῦται γὰρ ὁ ὕψιστος, ἀλλὰ ταπεινοῖ ἑαυτὸν ἑκουσίως ἄνθρωπος γενόμενος. Οὐ περὶ ἄλλου τοίνυν τὴν ταπείνωσιν ἔφη καὶ περὶ ἄλλου τὴν ὕψωσιν, ἀλλὰ περὶ τοῦ αὐτοῦ. Εἷς γάρ ἐστιν ὁ τοῦτο κἀκεῖνο δεξάμενος, τὸ μὲν καθὸ θεὸς ὢν γέγονεν ἄνθρωπος, τὸ δὲ καθὸ ἄνθρωπος γεγονὼς ᾠκειώσατο τὰ τῆς φύσεως, καὶ οὕτως ὑπερυψῶσθαι λέγεται.

Intertext edge

Open linked passage

Note