Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1
«Οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος.» Πῶς οὖν θεοποιεῖται καθ' ὑμᾶς ἄνθρωπος τῇ πρὸς τὸν λόγον σχετικῇ συναφείᾳ καὶ κοινωνὸς τῷ πατρὶ τῆς δόξης καὶ τῆς ἀξίας δείκνυται; Ἡμεῖς δὲ οὐκ ἄνθρωπον προσφάτως θεοποιεῖσθαι φάσκομεν, ἀλλὰ τὸν προαιωνίως ὄντα υἱὸν θεοῦ καὶ θεόν, σαρκοῦσθαι ἀτρέπτως· μεμένηκεν γὰρ οὐδὲν ἔλαττον θεὸς καὶ γενόμενος ἄνθρωπος.