Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1
Ὁ μακάριος Παῦλός φησιν· «Εἰ γάρ εἰσι θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλ' ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ.» Ἕνα «Χριστόν, δι' οὗ τὰ πάντα», φησί. Ποῖόν φατε τοῦτον; Ἀλλ' εἰ μὲν τὸν ἐκ παρθένου, ἀνάγκη ὑμᾶς τὸν αὐτὸν λέγειν τὸν ἐκ θεοῦ τὸν προαιώνιον, τὸν «δι' οὗ τὰ πάντα». Εἰ δὲ τὸν ἐκ θεοῦ ἄλλον ὄντα παρὰ τὸν ἐκ παρθένου, οὐ Χριστὸς καθ' ὑμᾶς ὁ ἐκ παρθένου· ἕνα γὰρ Χριστὸν ἔφησεν τὸν «δι' οὗ τὰ πάντα». Εἰ δὲ τὸν ἐκ παρθένου ἄλλον ὄντα παρὰ τὸν ἐκ θεοῦ, ἢ δύο δημιουργοὺς φήσετε τοῦ παντὸς ἢ οὐκ ἔσται ὁ ἐκ θεοῦ Χριστὸς οὐδὲ δημιουργός. 14 Φησὶν ἡ γραφή, ὅτι, «ὃς ὁμολογήσει, ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.» Οὐκ εἶπεν υἱὸς τοῦ θεοῦ, ἀλλ' «ὁ υἱὸς τοῦ θεοῦ», ὁ μόνος, ὁ εἷς.