Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
15.1
Δύο φύσεις φατὲ τοῦ Χριστοῦ ἢ μίαν; Δύο, φασί. Ποίας ταύτας; Θεότητα πάντως καὶ ἀνθρωπότητα. Πῶς οὖν οὐ θεὸς φύσει καὶ ἄνθρωπος φύσει, εἰ δύο φύσεις ἔχει; Εἰ σχετικήν φατε τὴν ἕνωσιν τοῦ θεοῦ λόγου καὶ τῆς σαρκός, ποῦ ἡ κένωσις, ποῦ ἡ σάρκωσις, ποῦ ἡ ἐνανθρώπησις; Εἰ γὰρ ἐπὶ σχετικῆς ἑνώσεως ταῦτα ἐκλάβοιτε, πλείστας θεοῦ σαρκώσεις καὶ ἐνανθρωπήσεις, εἰ καὶ μερικάς, εἰσάξετε· πολλοῖς γὰρ θεοφόροις ἀνδράσι, δικαίοις, πατριάρχαις καὶ προφήταις σχετικῶς ἡνώθη θεός. Ἐφ' ἑκάστου οὖν καθ' ὑμᾶς σάρκωσιν καὶ ἐνανθρώπησιν ὑπομεμένηκε.