Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
17.1
Ὁ κύριος τὴν προαιώνιον ὕπαρξιν ἑαυτῷ μαρτυρῶν φησιν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί», καὶ πάλιν· «Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ». Πῶς ὁ ἐκ σπέρματος Δαυίδ, ὁ υἱὸς Ἀβραάμ, πρὶν Ἀβραὰμ γενέσθαι ἦν εἰ μὴ ὡς θεός; Πῶς δὲ υἱός ἐστι τοῦ Ἀβραὰμ ὁ αὐτὸς εἰ μὴ ὡς ἐπ' ἐσχάτων γενόμενος ἄνθρωπος; «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ»; Πῶς υἱὸς ἀνθρώπου ἐκ τοῦ οὐρανοῦ καταβέβηκε καὶ ἔστιν ἐν τῷ οὐρανῷ; Καὶ πῶς «ὁ ὢν ἐν τῷ οὐρανῷ» ἀναβαίνει εἰς τὸν οὐρανόν, ἢ ὅτι ὁ αὐτὸς θεὸς ὢν καὶ ἄνθρωπος καθὸ μὲν θεὸς συγκαταβατικῶς κάτεισι καὶ σαρκοῦται καὶ ἄνθρωπος γίνεται καὶ τῶν οὐρανῶν οὔτε μὴν τῶν πατρικῶν οὐκ ἐξίσταται κόλπων, καθὸ δὲ ἄνθρωπος γέγονεν, «ἄνεισιν, ὅπου ἦν τὸ πρότερον» ὡς θεός, καθὼς αὐτὸς πάλιν ὁ ἀψευδής, ἡ ἐνυπόστατος ἀλήθεια, εἴρηκε· «Ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνερχόμενον, ὅπου ἦν τὸ πρότερον»; Ὡς γὰρ θεὸς προαιώνιός τέ ἐστι καὶ ἀπερίγραπτος, κἂν εἰ καταβεβηκέναι λέγεται– κατάβασιν γὰρ ἐπ' αὐτοῦ τὴν συγκατάβασίν φαμεν καὶ ταπείνωσιν καὶ τὴν ἐπὶ γῆς φανέρωσιν–, ὡς δὲ ἄνθρωπος πεφηνὼς περιγραπτὸς καὶ ὑπὸ χρόνον.

Intertext edge

Open linked passage

Note