Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
18.1
Ἰωάννης ὁ πρόδρομος καὶ βαπτιστής φησιν· «Οὗτός ἐστι, περὶ οὗ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων», καὶ «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Σύνετε, ὅπως ἄνδρα λέγων καὶ ἀμνὸν ὀνομάζων οὐχ ἕτερόν φησι τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ τὸ μέγα τοῦτο καὶ ἐξαίσιον ἀληθῶς καὶ θεοπρεπὲς ἀξίωμα προσνενέμηκεν αὐτῷ. Ἔμπροσθεν δὲ καὶ πρῶτον εἶναί φησιν αὐτοῦ, καίτοι κατόπιν ἐρχόμενον, κατά γέ φημι τὸν τῆς κατὰ σάρκα γεννήσεως χρόνον. Εἰ γὰρ καὶ ἔστιν ὀψιγενὴς ὡς ἄνθρωπος ὁ Ἐμμανουήλ, ἀλλ' ἦν πρὸ παντὸς αἰῶνος ὡς θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀίδιον θεϊκῶς. Διὸ καὶ Ζαχαρίας, ὁ Ἰωάννου πατήρ, τῷ ἑαυτοῦ παιδὶ προφητεύ ων φησί· «Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.»