Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Contra Nestorianos
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.1
Ὁ ἐκ παρθένου υἱὸς ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου;» Ἑτέρων οὖν λεγόντων ἕτερον καὶ ἕνα τῶν προφητῶν ὑποτοπαζόντων οὐκ ἀποδεξάμενος ὡς μὴ τἀληθῆ φασκόντων πάλιν ἠρώτα· «Ὑμεῖς δὲ» οἱ πλέον τῶν ἄλλων εἰδότες «τίνα με λέγετε;» Τότε ὁ πανάριστος Πέτρος, ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης, οὐ γυμνὸν οὐδ' ἄσαρκον καταθεώμενος λόγον οὐδὲ ψιλὸν καὶ θεοφόρον ἄνθρωπον, ἀλλ' υἱὸν θεοῦ καὶ θεὸν φύσει καὶ φύσει γενόμενον ἄνθρωπον καὶ ἕνα τοῦτό τε κἀκεῖνο ὄντα Χριστόν· «Σὺ εἶ ὁ Χριστός», ἔλεγεν, «ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.» Οὐκ εἶπεν· Χριστός, ἀσυνάρθρως, ἀλλ' «ὁ Χριστὸς» ὁ προσδοκώμενος, ὁ προφητευόμενος, καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλ' ἐπήγαγεν «ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος». Οὐκ εἶπεν· Υἱός, ἀλλ' «ὁ υἱός», ὁ μονογενής, ὁ εἷς, ὁ προαιώνιος, ἀκήκοέ τε· «Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» «Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ.»

Intertext edge

Open linked passage

Note