Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
21.1
Εἰ μία φύσις τῆς ἁγίας τριάδος καὶ μία ἐνέργεια καὶ πάντα ἐπ' αὐτῆς κοινὰ πλὴν τῆς ὑποστάσεως, σχέσει δὲ καὶ ἐνεργείᾳ ἥνωτο ὁ θεὸς λόγος τῇ σαρκὶ τῇ ἐψυχωμένῃ ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ οὐ καθ' ὑπόστασιν, οὐδὲν ἔλαττον καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ταύτῃ ἥνωντο. Εἰ δὲ ἴση ἡ ἕνωσις καὶ μία πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος πρὸς τὴν σάρκα, λεγέσθω ὁ ἐκ παρθένου τεχθεὶς πατὴρ καὶ υἱὸς καὶ πνεῦμα ἅγιον. Τίς γὰρ ἡ ἀποκλήρωσις τὸν λόγον μόνον καὶ υἱὸν ὀνομάζεσθαι θεοῦ; Εἰ δὲ ὁ υἱὸς μόνος ἔσχεν πρὸς αὐτὸν τὴν κατὰ σχέσιν καὶ ἐνέργειαν ἕνωσιν, ἑτεροενεργὴς ἔσται παρὰ τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὅπερ ἄτοπον. Εἰ δὲ καθ' ὑπόστασιν ἡ ἕνωσις γέγονεν, οὐδὲν ἄτοπον ἕψεται· ἑτεροϋπόστατος γὰρ ὁ υἱὸς πρὸς τὸν πατέρα.