Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
22.1
Ὁ μακάριος Παῦλός φησιν· «Εἷς θεὸς καὶ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα.» Ἀνθ' ὅτου Ἰησοῦς Χριστὸς ἀμέσως τῷ πατρὶ συντάττεται μεσολαβοῦντος οὐδενός; Εἶτα ὅποι ποτὲ τὸν μονογενῆ θήσομεν εἰς τὸν αὐτοῦ τόπον ἀναβιβάζοντες ἄνθρωπον, καὶ τοῦτον, καθώς φατε, ἐνεργούμενον ὑπ' αὐτοῦ καὶ δι' αὐτοῦ τιμώμενον; Εἴ φατε, ὅτι, ὥσπερ ὁ Χριστὸς ἐγεννήθη μὲν ἐν Βηθλεέμ, Ναζωραῖος δὲ ἐκλήθη διὰ τὴν ἐν Ναζαρὲτ κατοίκησιν, οὕτω καὶ ὁ θεὸς λόγος ἄνθρωπος ἐκλήθη διὰ τὴν ἐν ἀνθρώπῳ κατοίκησιν, οὐκοῦν οὐ σὰρξ οὐδ' ἄνθρωπος γεγένηται οὐδ' εἰκότως ἂν ἄνθρωπος ὀνομάζοιτο, ἀλλὰ σαρκαῖος καὶ ἀνθρωπαῖος ὡς Ναζωραῖος· οὐ γὰρ Ναζαρὲτ κέκληται ὁ Χριστός, ἀλλὰ Ναζωραῖος.