Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1
Εἰ διὰ τὴν ἐν ἀνθρώπῳ κατοίκησιν καὶ σχετικὴν ἕνωσιν ἄνθρωπος ὁ τοῦ θεοῦ λόγος ὀνομάζεται, οὐκοῦν καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον ἄνθρωποι ὀνομαζέσθωσαν· κατοικεῖ γὰρ ἐν ἡμῖν τῆς ἁγίας τριάδος τὸ πλήρωμα διὰ τοῦ πνεύματος. Καὶ γοῦν φησιν ὁ πάνσοφος Παῦλος· «Οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;», καὶ αὐτὸς ὁ Χριστός· «Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα». Ἀλλ' οὐδαμῶς ἄνθρωπος εἴρηται ὁ πατὴρ, οὔτε μὴν τὸ πνεῦμα τὸ ἅγιον διὰ τὸ κατοικεῖν ἐν ἡμῖν. Οὐκοῦν οὐδὲ ὁ υἱὸς διὰ τὴν ἐν ἀνθρώπῳ κατοίκησιν ἄνθρωπος ὀνομάζεται, ἀλλ' ὡς ἀληθῶς κατ' οὐσίαν γενόμενος ἄνθρωπος.