Contra Nestorianos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1
Εἰ, ἐπείπερ ἦν ὁ λόγος ἐν τῷ Χριστῷ, σημείων γέγονεν ἀποτελεστής, ἕνα που τάχα τῶν ἁγίων προφητῶν εἶναι αὐτόν φατε· ἐνήργηκε γὰρ καὶ διὰ χειρὸς ἁγίων τὰς θεοσημίας. 25 Ἡγιάσθαι γέγραπται ὁ Χριστὸς παρὰ τοῦ πατρὸς καὶ τὴν ἐπιδημίαν δεδέχθαι τοῦ πνεύματος. Πῶς οὖν ἐν ἁγίῳ βαπτίζει πνεύματι καὶ τὰ μόνῃ πρέποντα τῇ θείᾳ φύσει πληροῖ; Χορηγὸς γάρ ἐστιν ἁγιασμοῦ. Καὶ τοῦτο δεικνὺς ὡς ἴδιον ἀγαθόν φησι· «Λάβετε πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῆτε, κεκράτηνται.» Ἁγιάζεται τοίνυν καθὸ ἄνθρωπος, ἁγιάζει δὲ καθὸ θεός, εἷς ὢν ὁ αὐτός.